previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅπου δὲ πρῶτον ἐρημίας ἔτυχεν, αὐτὴν καθ᾽ ἑαυτὴν γενομένην ἀνοῖξαι τὴν λάρνακα, καὶ τῷ προσώπῳ τὸ πρόσωπον ἐπιθεῖσαν ἀσπάσασθαι καὶ δακρύειν: τοῦ δὲ παιδίου σιωπῇ προσελθόντος ἐκ τῶν ὄπισθεν καὶ καταμανθάνοντος, αἰσθομένην μεταστραφῆναι καὶ δεινὸν ὑπ᾽ ὀργῆς ἐμβλέψαι. τὸ δὲ παιδίον οὐκ ἀνασχέσθαι τὸ τάρβος, ἀλλ᾽ ἀποθανεῖν. οἱ δέ φασιν οὐχ οὕτως, ἀλλ᾽ ὡς: εἴρηται πρότερον 1 ἐκπεσεῖν εἰς τὴν θάλασσαν. ἔχει δὲ τιμὰς διὰ τὴν θεόν: ὃν γὰρ ᾁδουσιν Αἰγύπτιοι παρὰ τὰ συμπόσια Μανερῶτα, τοῦτον εἶναι. τινὲς δὲ τὸν μὲν παῖδα καλεῖσθαι Παλαιστινὸν Πηλούσιον, καὶ τὴν πόλιν ἐπώνυμον ἀπ᾽ αὐτοῦ γενέσθαι κτισθεῖσαν ὑπὸ τῆς θεοῦ: τὸν δ᾽ ᾀδόμενον Μανερῶτα πρῶτον εὑρεῖν μουσικὴν ἱστοροῦσιν. ἔνιοι δέ φασιν ὄνομα μὲν οὐδενὸς εἶναι, διάλεκτον δὲ πίνουσιν ἀνθρώποις καὶ θαλειάζουσι πρέπουσαναἴσιμα τὰ τοιαῦτα 2 παρείη: ’ τοῦτο γὰρ τῷ Μανερῶτι φραζόμενον ἀναφωνεῖν [p. 488] ἑκάστοτε τοὺς Αἰγυπτίους: ὥσπερ ἀμέλει καὶ τὸ δεικνύμενον αὐτοῖς εἴδωλον ἀνθρώπου τεθνηκότος ἐν κιβωτίῳ περιφερόμενον οὐκ ἔστιν ὑπόμνημα τοῦ περὶ Ὀσίριδος πάθους, τινες ὑπολαμβάνουσιν, ἀλλ᾽ οἰνωμένους 3 παρακαλεῖν αὑτοὺς χρῆσθαι τοῖς παροῦσι καὶ ἀπολαύειν, ὡς πάντας αὐτίκα μάλα τοιούτους ἐσομένους, ἄχαριν 4 ἐπίκωμον ἐπεισάγουσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: