previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔπειτα τῷ Ὥρῳ τὸν Ὄσιριν ἐξ Ἅιδου παραγενόμενον διαπονεῖν ἐπὶ τὴν μάχην καὶ ἀσκεῖν, εἶτα διερωτῆσαι τί κάλλιστον ἡγεῖται τοῦ δὲ φήσαντοςτῷ πατρὶ καὶ μητρὶ τιμωρεῖν κακῶς παθοῦσινδεύτερον ἐρέσθαι τί χρησιμώτατον 1 οἴεται ζῷον εἰς μάχην ἐξιοῦσι: τοῦ δ᾽ Ὥρουἵππον2 εἰπόντος, ἐπιθαυμάσαι καὶ διαπορῆσαι, πῶς οὐ λέοντα μᾶλλον ἀλλ᾽ ἵππον εἶπεν. 3 εἰπεῖν οὖν τὸν Ὧρον ὡς λέων μὲν ὠφέλιμον ἐπιδεομένῳ βοηθείας, ἵππος δὲ φεύγοντα διασπάσαι καὶ καταναλῶσαι τὸν πολέμιον. ἀκούσαντ᾽ οὖν ἡσθῆναι τὸν Ὄσιριν, ὡς ἱκανῶς; παρασκευασαμένου τοῦ Ὥρου. λέγεται δ᾽ ὅτι, πολλῶν μετατιθεμένων ἀεὶ πρὸς τὸν Ὧρον, καὶ παλλακὴ τοῦ Τυφῶνος ἀφίκετο Θούηρις. ὄφις δέ τις ἐπιδιώκων αὐτὴν ὑπὸ τῶν περὶ τὸν Ὧρον κατεκόπη, καὶ νῦν διὰ τοῦτο σχοινίον τι προβάλλοντες εἰς μέσον κατακόπτουσι. τὴν μὲν οὖν μάχην ἐπὶ πολλὰς ἡμέρας γενέσθαι καὶ κρατῆσαι τὸν Ὧρον: τὸν Τυφῶνα δὲ τὴν Ἶσιν δεδεμένον παραλαβοῦσαν οὐκ ἀνελεῖν, ἀλλὰ καὶ λῦσαι καὶ μεθεῖναι: τὸν δ᾽ Ὧρον οὐ μετρίως ἐνεγκεῖν, ἀλλ᾽ ἐπιβαλόντα τῇ μητρὶ τὰς χεῖρας ἀποσπάσαι τῆς κεφαλῆς τὸ βασίλειον: Ἑρμῆν δὲ [p. 490] περιθεῖναι βούκρανον αὐτῇ κράνος. τοῦ δὲ Τυφῶνος δίκην τῷ ' Ὥρῳ νοθείας λαχόντος, βοηθήσαντος δὲ τοῦ Ἑρμοῦ, καὶ 4 τὸν Ὧρον ὑπὸ τῶν θεῶν γνήσιον κριθῆναι, τὸν δὲ Τυφῶνα δυσὶν ἄλλαις μάχαις καταπολεμηθῆναι. τὴν δ᾽ Ἶσιν ἐξ Ὀσίριδος μετὰ τὴν τελευτὴν συγγενομένου τεκεῖν ἠλιτόμηνον καὶ ἀσθενῆ τοῖς κάτωθεν γυίοις τὸν Ἁρποκράτην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: