previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὸ θειότητος ὄρεξίς ἐστιν τῆς ἀληθείας; μάλιστα δὲ τῆς περὶ θεῶν ἔφεσις, ὥσπερ ἀνάληψιν ἱερῶν τὴν μάθησιν ἔχουσα καὶ τὴν ζήτησιν, ἁγνείας τε πάσης καὶ νεωκορίας ἔργον ὁσιώτερον, οὐχ ἥκιστα δὲ τῇ θεῷ ταύτῃ κεχαρισμένον, ἣν σὺ θεραπεύεις ἐξαιρέτως σοφὴν καὶ φιλόσοφον οὖσαν, ὡς τοὔνομὰ γε 1 φράζειν ἔοικε, παντὸς μᾶλλον αὐτῇ τὸ εἰδέναι καὶ τὴν ἐπιστήμην προσήκουσαν. Ἑλληνικὸν γὰρ Ἶσίς ἐστι καὶ Τυφὼν, ὢν 2 πολέμιος τῇ θεῷ καὶ δι᾽ ἄγνοιαν καὶ ἀπάτην τετυφωμένος; καὶ διασπῶν καὶ ἀφανίζων τὸν ἱερὸν λόγον, ὃν θεὸς συνάγει καὶ συντίθησι καὶ παραδίδωσι τοῖς τελουμένοις θειώσεως, 3 σώφρονι μὲν ἐνδελεχῶς διαίτῃ καὶ βρωμάτων πολλῶν καὶ ἀφροδισίων ἀποχαῖς κολουούσης 4 τὸ ἀκόλαστον καὶ φιλήδονον, ἀθρύπτους δὲ καὶ στερρὰς ἐν ἱεροῖς λατρείας ἐθιζούσης; 5 ὑπομένειν, ὧν τέλος ἐστὶν τοῦ πρώτου καὶ κυρίου καὶ νοητοῦ γνῶσις, ὃν θεὸς; παρακαλεῖ ζητεῖν παρ᾽ αὐτῇ καὶ μετ᾽ αὐτῆς ὄντα καὶ συνόντα. τοῦ δ᾽ ἱεροῦ τοὔνομα καὶ σαφῶς ἐπαγγέλλεται καὶ γνῶσιν 6 καὶ εἴδησιν τοῦ ὄντος. ὀνομάζεται γὰρ Ἰσεῖον 7 ὡς εἰσομένων 8 τὸ ὄν, ἂν μετὰ λόγου καὶ ὁσίως εἰς τὰ ἱερὰ παρέλθωμεν τῆς θεοῦ. [p. 473]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: