previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα σχεδόν ἐστι τοῦ μύθου τὰ κεφάλαια τῶν δυσφημοτάτων ἐξαιρεθέντων, οἷόν ἐστι τὸ περὶ τὸν ': Ὥρου 1 διαμελισμὸν καὶ τὸν Ἴσιδος ἀποκεφαλισμόν. ὅτι μὲν οὖν, εἰ ταῦτα περὶ τῆς μακαρίας καὶ ἀφθάρτου φύσεως, καθ᾽ ἣν μάλιστα νοεῖται τὸ θεῖον, ὡς ἀληθῶς πραχθέντα καὶ συμπεσόντα δοξάζουσι καὶ λέγουσιν, ‘ἀποπτύσαι δεῖ καὶ καθήρασθαι στόμα2 κατ᾽ Αἰσχύλον, 3 οὐδὲν δεῖ λέγειν πρὸς; σέ. καὶ γὰρ αὐτὴ δυσκολαίνεις τοῖς οὕτω παρανόμους καὶ βαρβάρους δόξας περὶ θεῶν ἔχουσιν. ὅτι δ᾽ οὐκ ἔοικε ταῦτα κομιδῇ μυθεύμασιν ἀραιοῖς καὶ διακένοις πλάσμασιν, οἷα ποιηταὶ καὶ λογογράφοι καθάπερ οἱ ἀράχναι γεννῶντες ἀφ᾽ ἑαυτῶν ἀπ᾽ ἀρχῆς ἀνυποθέτου 4 ὑφαίνουσι 5 καὶ ἀποτείνουσιν, ἀλλ᾽ ἔχει τινὰς ἱστορίας καὶ παθῶν διηγήσεις, οἶσθ᾽ 6 αὐτή, καὶ καθάπερ οἱ μαθηματικοὶ τὴν ἶριν ἔμφασιν εἶναι τοῦ ἡλίου λέγουσι ποικιλλομένην τῇ πρὸς τὸ νέφος ἀναχωρήσει 7 τῆς ὄψεως, οὕτως μῦθος ἐνταῦθα λόγου [p. 491] τινὸς; ἔμφασίς ἐστιν ἀνακλῶντος ἐπ᾽ ἄλλα τὴν διάνοιαν, ὡς ὑποδηλοῦσιν αἵ τε θυσίαι τὸ πένθιμον ἔχουσαι καὶ σκυθρωπὸν ἐμφαινόμενον, αἵ τε τῶν ναῶν διαθέσεις πῆ μὲν ἀνειμένων εἰς πτερὰ καὶ δρόμους ὑπαιθρίους καὶ καθαρούς, πῆ δὲ κρυπτὰ καὶ σκότια κατὰ γῆς ἐχόντων στολιστήρια Θηβαίοις 8 ἐοικότα καὶ σηκοῖς: 9 οὐχ ἥκιστα δ᾽ τῶν Ὀσιρείων δόξα, πολλαχοῦ κεῖσθαι λεγομένου τοῦ σώματος: τὴν τε γὰρ Διοχίτην 10 ὀνομάζεσθαι πολίχνην λέγουσιν, ὡς μόνην τὸν ἀληθινὸν ἔχουσαν, ἒν τ᾽ Ἀβύδῳ τοὺς εὐδαίμονας τῶν Αἰγυπτίων καὶ δυνατοὺς μάλιστα θάπτεσθαι, φιλοτιμουμένους ὁμοτάφους; εἶναι τοῦ σώματος Ὀσίριδος, ἐν δὲ Μέμφει τρέφεσθαι τὸν Ἆπιν, εἴδωλον ὄντα τῆς ἐκείνου ψυχῆς, ὅπου καὶ τὸ σῶμα κεῖσθαι: καὶ τὴν μὲν πόλιν οἱ μὲν ὅρμον ἀγαθῶν ἑρμηνεύουσιν, οἱ δ᾽ ἰδίως 11 τάφον Ὀσίριδος. τὴν δὲ πρὸς Φιλαῖς 12 νιστιτάνην 13 ἄλλως μὲν ἄβατον ἅπασι καὶ ἀπροσπέλαστον εἶναι καὶ μηδ᾽ ὄρνιθας: ἐπ᾽ αὐτὴν καταίρειν 14 μηδ᾽ ἰχθῦς προσπελάζειν, ἑνὶ δὲ καιρῷ τοὺς ἱερεῖς διαβαίνοντας ἐναγίζειν καὶ καταστέφειν τὸ σῆμα μηθίδης 15 φυτῷ περισκιαζόμενον, ὑπεραίροντι πάσης ἐλαίας μέγεθος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: