previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ μόνον δὲ τὸν Νεῖλον, ἀλλὰ πᾶν ὑγρὸν ἁπλῶς Ὀσίριδος ἀπορροὴν καλοῦσι: καὶ τῶν ἱερῶν ἀεὶ προπομπεύει τὸ ὑδρεῖον ἐπὶ τιμῇ τοῦ θεοῦ. καὶ θρύῳ 1 βασιλέα καὶ τὸ νότιον κλίμα τοῦ κόσμου γράφουσι, καὶ μεθερμηνεύεται τὸ θρύον ποτισμὸς; καὶ κύησις 2 πάντων, καὶ δοκεῖ γεννητικῷ μορίῳ τὴν φύσιν ἐοικέναι. τὴν δὲ τῶν Παμυλίων ἑορτὴν ἄγοντες, ὥσπερ εἴρηται, φαλλικὴν οὖσαν, ἄγαλμα προτίθενται καὶ περιφέρουσιν, οὗ τὸ αἰδοῖον τριπλάσιόν ἐστιν ἀρχὴ γὰρ θεός, ἀρχὴ δὲ πᾶσα τῷ [p. 508] γονίμῳ πολλαπλασιάζει τὸ ἐξ αὑτῆς. 3 τὸ δὲ πολλάκις εἰώθαμεν καὶ τρὶς λέγειν, ὡς τὸτρισμάκαρες4 καὶ
δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες.
5 εἰ μὴ νὴ Δία κυρίως ἐμφαίνεται τὸ τριπλάσιον ὑπὸ τῶν παλαιῶν: γὰρ ὑγρὰ φύσις ἀρχὴ καὶ γένεσις οὖσα πάντων ἐξ ἀρχῆς τὰ πρῶτα τρία σώματα, γῆν ἀέρα καὶ πῦρ, ἐποίησε. καὶ γὰρ προστιθέμενος τῷ μύθῳ λόγος, ὡς τοῦ Ὀσίριδος Τυφὼν τὸ αἰδοῖον ἔρριψεν εἰς τὸν ποταμόν, δ᾽ Ἶσις οὐχ εὗρεν, ἀλλ᾽ ἐμφερὲς ἄγαλμα θεμένη καὶ κατασκευάσασα τιμᾶν καὶ φαλληφορεῖν ἔταξεν, ἐνταῦθα δὴ περιχωρεῖ, 6 διδάσκων, ὅτι τὸ γόνιμον καὶ τὸ σπερματικὸν τοῦ θεοῦ πρώτην 7 ἔσχεν ὕλην τὴν ὑγρότητα καὶ δι᾽ ὑγρότητος ἐνεκράθη τοῖς πεφυκόσι μετέχειν γενέσεως. ἄλλος δὲ λόγος ἐστὶν Αἰγυπτίων, ὡς Ἄποπις Ἡλίου ὢν ἀδελφὸς ἐπολέμει τῷ Διί, τὸν δ᾽ Ὄσιριν Ζεὺς συμμαχήσαντα καὶ συγκαταστρεψάμενον αὐτῷ τὸν πολέμιον παῖδα θέμενος, Διόνυσον προσηγόρευσεν. καὶ τούτου δὲ τοῦ λόγου τὸ μυθῶδες ἔστιν ἀποδεῖξαι τῆς περὶ 8 φύσιν ἀληθείας ἁπτόμενον. Δία μὲν γὰρ Αἰγύπτιοι τὸ πνεῦμα καλοῦσιν, πολέμιον τὸ αὐχμηρὸν καὶ πυρῶδες τοῦτο δ᾽ ἥλιος μὲν οὐκ ἔστι, πρὸς δ᾽ ἥλιον ἔχει τινὰ συγγένειαν: δ᾽ ὑγρότης σβεννύουσα τὴν ὑπερβολὴν τῆς ξηρότητος αὔξει καὶ ῥώννυσι τὰς ἀναθυμιάσεις, ὑφ᾽ ὧν τὸ πνεῦμα τρέφεται καὶ τέθηλεν. [p. 509]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: