previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔνιοι δὲ καὶ τῶν ἐκλειπτικῶν αἴνιγμα ποιοῦνται τὸν μῦθον. ἐκλείπει μὲν γὰρ σελήνη πανσέληνος, ἐναντίαν τοῦ ἡλίου στάσιν ἔχοντος πρὸς αὐτὴν, εἰς τὴν σκιὰν ἐμπίπτουσα τῆς γῆς, ὥσπερ φασὶ τὸν Ὄσιριν εἰς τὴν σορόν. αὐτὴ δὲ πάλιν ἀποκρύπτει καὶ ἀφανίζει 1 ταῖς τριακάσιν, οὐ μὴν [p. 517] ἀναιρεῖται παντάπασι τὸν ἥλιον, ὥσπερ οὐδὲ τὸν Τυφῶνα Ἶσις. γεννώσης τῆς Νέφθυος τὸν Ἄνουβιν, Ἶσις ὑποβάλλεται. Νέφθυς γάρ ἐστι τὸ ὑπὸ γῆν καὶ ἀφανές, Ἶσις δὲ τὸ ὑπὲρ τὴν γῆν 2 καὶ φανερόν. δὲ τούτων 3 ὑποψαύων καὶ καλούμενος ὁρίζων κύκλος, ἐπίκοινος ὢν ἀμφοῖν, Ἄνουβις κέκληται καὶ κυνὶ τὸ εἶδος ἀπεικάζεται: καὶ γὰρ κύων χρῆται τῇ ὄψει νυκτός τε καὶ ἡμέρας ὁμοίως καὶ ταύτην ἔχειν δοκεῖ παρ᾽ Αἰγυπτίοις τὴν δύναμιν Ἄνουβις, οἵαν Ἑκάτη παρ᾽ Ἕλλησι, χθόνιος ὢν ὁμοῦ καὶ ὀλύμπιος. ἐνίοις δὲ δοκεῖ Κρόνος Ἄνουβις εἶναι: διὸ πάντα τίκτων ἐξ ἑαυτοῦ καὶ κύων ἐν ἑαυτῷ τὴν τοῦ κυνὸς ἐπίκλησιν ἔσχεν, ἔστι 4 δ᾽ οὖν τοῖς σεβομένοις τὸν Ἄνουβιν ἀπόρρητόν τι: καὶ πάλαι 5 μὲν τὰς μεγίστας ἐν Αἰγύπτῳ τιμὰς κύων ἔσχεν: ἐπεὶ δὲ Καμβύσου τὸν Ἆπιν ἀνελόντος καὶ ῥίψαντος οὐδὲν προσῆλθεν οὐδ᾽ ἐγεύσατο τοῦ σώματος ἀλλ᾽ μόνος κύων, ἀπώλεσε τὸ πρῶτος εἶναι καὶ μάλιστα τιμᾶσθαι τῶν ἑτέρων ζῴων. εἰσὶ δέ τινες οἱ τὸ σκίασμα τῆς γῆς, εἰς τὴν σελήνην ὀλισθάνουσαν ἐκλείπειν νομίζουσι, Τυφῶνα καλοῦντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: