previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μεμιγμένη γὰρ τοῦδε τοῦ κόσμου γένεσις καὶ σύστασις ἐξ ἐναντίων, οὐ μὴν ἰσοσθενῶν, δυνάμεων, ἀλλὰ τῆς βελτίονος τὸ κράτος ἐστίν: ἀπολέσθαι δὲ τὴν φαύλην παντάπασιν ἀδύνατον, πολλὴν μὲν ἐμπεφυκυῖαν τῷ σώματι, πολλὴν δὲ τῇ ψυχῇ τοῦ παντὸς καὶ πρὸς τὴν βελτίονα ἀεὶ 1 δυσμαχοῦσαν. ἐν μὲν οὖν τῇ ψυχῇ νοῦς καὶ λόγος τῶν ἀρίστων πάντων ἡγεμὼν καὶ κύριος Ὄσιρίς ἐστιν: ἐν δὲ γῇ καὶ πνεύματι καὶ ὕδατι καὶ οὐρανῷ καὶ ἄστροις τὸ τεταγμένον καὶ καθεστηκὸς καὶ ὑγιαῖνον, ὥραις καὶ κράσεσι καὶ περιόδοις Ὀσίριδος ἀπορροὴ καὶ εἰκὼν ἐμφαινομένη: Τυφὼν δὲ τῆς: ψυχῆς τὸ παθητικὸν καὶ τιτανικὸν καὶ ἄλογον καὶ ἔμπληκτον τοῦ δὲ σωματικοῦ τὸ ἐπίκηρον 2 καὶ νοσῶδες καὶ ταρακτικὸν ἀωρίαις 3 καὶ δυσκρασίαις, καὶ κρύψεσιν ἡλίου καὶ ἀφανισμοῖς 4 σελήνης, οἷον ἐκδρομαὶ καὶ ἀφανισμοὶ Τυφῶνος καὶ τοὔνομα κατηγορεῖ τὸ Σήθ, 5 τὸν Τυφῶνα καλοῦσι: φράζει μὲν γὰρ 6 τὸ καταδυναστεῦον καὶ καταβιαζόμενον, φράζει δὲ τὴν 7 πολλάκις ἀναστροφὴν καὶ πάλιν ὑπερπήδησιν. Βέβωνα 8 δὲ τινὲς [p. 524] μὲν ἕνα τῶν τοῦ Τυφῶνος ἑταίρων γεγονέναι λέγουσιν, Μανεθὼς 9 δ᾽ αὐτὸν τὸν 10 Τυφῶνα καὶ Βέβωνα καλεῖσθαι: σημαίνει δὲ τοὔνομα κάθεξιν κώλυσιν, ὡς τοῖς πράγμασιν ὁδῷ βαδίζουσι καὶ πρὸς χρὴ φερομένοις ἐνισταμένης τῆς τοῦ Τυφῶνος δυνάμεως

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: