previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὸ καὶ τῶν μὲν ἡμέρων ζῴων ἀπονέμουσιν αὐτῷ τὸ ἀμαθέστατον, ὄνον: τῶν δ᾽ ἀγρίων τὰ θηριωδέστατα, κροκόδειλον καὶ τὸν ποτάμιον ἵππον. περὶ μὲν οὖν 1 τοῦ ὄνου προδεδηλώκαμεν. ἐν Ἑρμοῦ πόλει 2 δὲ Τυφῶνος ἄγαλμα δεικνύουσιν ἵππον ποτάμιον: ἐφ᾽ οὗ βέβηκεν ἱέραξ ὄφει μαχόμενος, τῷ μὲν ἵππῳ τὸν Τυφῶνα δεικνύντες, τῷ δ᾽ ἱέρακι δύναμιν καὶ ἀρχήν, ἣν βίᾳ κτώμενος Τυφὼν πολλάκις οὐκ ἀνίεται 3 ταραττόμενος ὑπὸ τῆς; κακίας καὶ ταράττων. διὸ καὶ θύοντες ἑβδόμῃ τοῦ Τυβὶ μηνός, ἣν καλοῦσιν ἄφιξιν Ἴσιδος ἐκ Φοινίκης, ἐπιπλάττουσι τοῖς ποπάνοις ἵππον ποτάμιον δεδεμένον. ἐν δ᾽ Ἀπόλλωνος πόλει νενομισμένον ἐστὶ κροκοδείλου φαγεῖν πάντως ἕκαστον: ἡμέρᾳ δὲ μιᾷ θηρεύσαντες ὅσους ἂν δύνωνται καὶ κτείναντες ἀπαντικρὺ τοῦ ἱεροῦ προβάλλουσι, καὶ λέγουσιν ὡς Τυφὼν τὸν Ὧρον ἀπέδρα κροκόδειλος γενόμενος, πάντα καὶ ζῷα καὶ φυτὰ καὶ πάθη τὰ φαῦλα καὶ βλαβερὰ Τυφῶνος ἔργα καὶ μέρη καὶ κινήματα ποιούμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: