previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅπου δ᾽ Τυφὼν παρεμπίπτει τῶν ἐσχάτων ἁπτόμενος, ἐνταῦθα δοκοῦσαν ἐπισκυθρωπάζειν καὶ πενθεῖν λεγομένην καὶ λείψαν᾽ ἄττα καὶ σπαράγματα τοῦ Ὀσίριδος ἀναζητεῖν καὶ στολίζειν, ὑποδεχομένην τὰ φθειρόμενα καὶ ἀποκρύπτουσαν, ὥσπερ ἀναφαίνει πάλιν τὰ γιγνόμενα καὶ ἀνίησιν ἐξ ἑαυτῆς. οἱ μὲν γὰρ ἐν οὐρανῷ καὶ ἄστροις λόγοι καὶ εἴδη καὶ ἀπορροαὶ τοῦ θεοῦ μένουσι, τὰ δὲ 1 τοῖς παθητικοῖς διεσπαρμένα, 2 γῇ καὶ θαλάττῃ καὶ φυτοῖς καὶ ζῴοις, διαλυόμενα 3 καὶ φθειρόμενα καὶ θαπτόμενα, πολλάκις 4 αὖθις ἐκλάμπει καὶ ἀναφαίνεται ταῖς γενέσεσι. [p. 534] διὸ τὸν Τυφῶνα τῇ Νέφθυι συνοικεῖν φησιν μῦθος, τὸν δ᾽ Ὄσιριν κρύφα συγγενέσθαι. τὰ γὰρ ἔσχατα μέρη τῆς ὕλης, Νέφθυν καὶ Τελευτὴν καλοῦσιν, φθαρτικὴ μάλιστα κατέχει δύναμις: δὲ γόνιμος καὶ σωτήριος ἀσθενὲς σπέρμα καὶ ἀμαυρὸν εἰς ταῦτα διαδίδωσιν, ἀπολλύμενον 5 ὑπὸ τοῦ Τυφῶνος, πλὴν ὅσον Ἶσις ὑπολαμβάνουσα σῴζει καὶ τρέφει καὶ συνίστησι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: