previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καθόλου δ᾽ ἀμείνων οὗτός 1 ἐστιν, ὥσπερ καὶ Πλάτων ὑπονοεῖ καὶ Ἀριστοτέλης. κινεῖται δὲ τῆς φύσεως τὸ μὲν γόνιμον καὶ σωτήριον ἐπ᾽ αὐτὸν καὶ πρὸς τὸ εἶναι, τὸ δ᾽ ἀναιρετικὸν καὶ φθαρτικὸν ἀπ᾽ 2 αὐτοῦ καὶ πρὸς τὸ μὴ εἶναι. διὸ τὸ μὲν Ἶσιν καλοῦσι παρὰ τὸ ἵεσθαι μετ᾽ ἐπιστήμης καὶ φέρεσθαι, κίνησιν οὖσαν ἔμψυχον καὶ φρόνιμον. οὐ γάρ ἐστι τοὔνομα βαρβαρικόν, ἀλλ᾽ ὥσπερ τοῖς θεοῖς πᾶσιν ἀπὸ δυεῖν γραμμάτων 3 τοῦ θεατοῦ καὶ τοῦ θέοντος ἔστιν ὄνομα κοινόν, οὕτω τὴν θεὸν ταύτην ἀπὸ τῆς ἐπιστήμης ἅμα καὶ τῆς κινήσεως Ἶσιν μὲν ἡμεῖς, Ἶσιν δ᾽ Αἰγύπτιοι καλοῦσιν. οὕτω δὲ καὶ Πλάτων 4 φησὶ τὴν ὁσίαν 5 δηλοῦν τοὺς παλαιοὺςἰσίανκαλοῦντας: οὕτω καὶ τὴν νόησιν καὶ τὴν φρόνησιν, ὡς νοῦ φορὰν καὶ κίνησιν οὖσαν ἱεμένου καὶ φερομένου καὶ τὸ συνιέναι καὶ τἀγαθὸν ὅλως καὶ ἀρετὴν ἐπὶ τοῖς ῥέουσι 6 καὶ θέουσι θέσθαι: καθάπερ αὖ [p. 535] πάλιν τοῖς ἀντιφωνοῦσιν ὀνόμασι λοιδορεῖσθαι τὸ κακόν, 7 τὸ τὴν φύσιν ἐμποδίζον καὶ συνδέον καὶ ἴσχον καὶ κωλῦον ἵεσθαι καὶ ἰέναι κακίαν ἀπορίαν δειλίαν ἀνίαν προσαγορευόντων.

1 οὗτος] υἱὸς?

2 ἀπ᾽ Squirius: ὑπ᾽

3 ῥημάτων Markl.

4 Πλάτων] Cratyl. p. 401 c

5 ὁσίαν] οὐσίαν Baxterus: τοῦ

6 ῥέουσι] Bentleius: εὑροῦσι. Malim ἀεὶ ῥέουσι coll. Plat. Crat. p. 415 d

7 τὸ κακὸν W: τῶν κατὰ coll. Plat. Crat. p. 415 c

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: