previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ δίδωσιν καιρὸς ὑπόνοιαν ἐπὶ τῶν καρπῶν τῇ ἀποκρύψει γενέσθαι τὸν σκυθρωπασμόν, οὓς οἱ παλαιοὶ θεοὺς μὲν οὐκ ἐνόμιζον, ἀλλὰ δῶρα θεῶν ἀναγκαῖα καὶ μεγάλα πρὸς τὸ μὴ ζῆν ἀγρίως καὶ θηριωδῶς. καθ᾽ ἣν δὴ 1 ὥραν τοὺς μὲν ἀπὸ 2 δένδρων ἑώρων ἀφανιζομένους παντάπασιν καὶ ἀπολείποντας, οὓς δὲ καὶ αὐτοὶ κατέσπειραν 3 ὄντας ἔτι γλίσχρους καὶ ἀπόρους, 4 διαμώμενοι ταῖς χερσὶ τὴν γῆν καὶ περιστέλλοντες αὖθις, ἐπ᾽ ἀδήλῳ τῷ πάλιν ἐκτελεῖσθαι καὶ συντέλειαν ἕξειν ἀποθέμενοι, πολλὰ θάπτουσιν ὅμοια καὶ πενθοῦσιν ἔπραττον. εἶθ᾽ ὥσπερ ἡμεῖς τὸν ὠνούμενον βιβλία Πλάτωνος [p. 544] ὠνεῖσθαί φαμεν Πλάτωνα, καὶ Μένανδρον ὑποκρίνεσθαι τὸν 5 τὰ Μενάνδρου ποιήμαθ᾽ ὑποτιθέμενον, οὕτως ἐκεῖνοι τοῖς τῶν θεῶν ὀνόμασι τὰ τῶν θεῶν δῶρα καὶ ποιήματα καλεῖν οὐκ ἐφείδοντο, τιμῶντες ὑπὸ χρείας καὶ σεμνύνοντες. οἱ δ᾽ ὕστερον ἀπαιδεύτως δεχόμενοι καὶ ἀμαθῶς ἀναστρέφοντες ἐπὶ τοὺς θεοὺς τὰ πάθη τῶν καρπῶν, καὶ τὰς παρουσίας τῶν ἀναγκαίων καὶ ἀποκρύψεις θεῶν γενέσεις καὶ φθορὰς οὐ προσαγορεύοντες μόνον ἀλλὰ καὶ νομίζοντες, ἀτόπων καὶ παρανόμων καὶ τεταραγμένων δοξῶν αὑτοὺς ἐνέπλησαν, καίτοι τοῦ παραλόγου τὴν ἀτοπίαν ἐν ὀφθαλμοῖς ἔχοντες. εὖ μὲν οὖν 6 Ξενοφάνης Κολοφώνιος ἠξίωσε 7 τοὺς Αἰγυπτίους, εἰ θεοὺς νομίζουσι, μὴ θρηνεῖν, εἰ δὲ θρηνοῦσι, θεοὺς μὴ νομίζειν ἀλλ᾽ ὅτι γελοῖον 8 ἅμα θρηνοῦντας εὔχεσθαι τοὺς καρποὺς πάλιν ἀναφαίνειν καὶ τελειοῦν ἑαυτοῖς, ὅπως πάλιν ἀναλίσκωνται καὶ θρηνῶνται:.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: