previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ τοῦθ᾽ ὅπερ οἱ νῦν ἱερεῖς ἀφοσιούμενοι καὶ παρακαλυπτόμενοι μετ᾽ εὐλαβείας ὑποδηλοῦσιν, ὡς θεὸς οὗτος ἄρχει καὶ βασιλεύει τῶν τεθνηκότων οὐχ ἕτερος ὢν τοῦ καλουμένου παρ᾽ Ἕλλησιν Ἅιδου καὶ Πλούτωνος, ἀγνοούμενον ὅπως ἀληθές ἐστι, διαταράττει 1 τοὺς πολλοὺς ὑπονοοῦντας ἐν γῇ καὶ ὑπὸ γῆν τὸν ἱερὸν καὶ ὅσιον ὡς ἀληθῶς Ὄσιριν οἰκεῖν, ὅπου τὰ σώματα κρύπτεται τῶν τέλος ἔχειν δοκούντων. δ᾽ ἔστι μὲν αὐτὸς ἀπωτάτω τῆς γῆς ἄχραντος καὶ ἀμίαντος καὶ καθαρὸς οὐσίας ἁπάσης φθορὰν δεχομένης καὶ θάνατον. ἀνθρώπων δὲ ψυχαῖς ἐνταυθοῖ 2 μὲν ὑπὸ σωμάτων καὶ παθῶν περιεχομέναις οὐκ ἔστι μετουσία τοῦ θεοῦ, πλὴν ὅσον ὀνείρατος [p. 554] ἀμαυροῦ θιγεῖν νοήσει διὰ φιλοσοφίας: ὅταν δ᾽ ἀπολυθεῖσαι μεταστῶσιν εἰς τὸ ἀειδὲς καὶ ἀόρατον καὶ ἀπαθὲς καὶ ἁγνόν, οὗτος αὐταῖς ἡγεμών ἐστι καὶ βασιλεὺς θεός, ὡς ἂν ἐξηρτημέναις 3 ἀπ᾽ αὐτοῦ καὶ θεωμέναις ἀπλήστως καὶ ποθούσαις τὸ μὴ φατὸν μηδὲ ῥητὸν 4 ἀνθρώποις κάλλος: οὗ τὴν Ἶσιν παλαιὸς ἀποφαίνει λόγος ἐρῶσαν ἀεὶ καὶ διώκουσαν καὶ συνοῦσαν ἀναπιμπλάναι τὰ ἐνταῦθα πάντων 5 καλῶν καὶ ἀγαθῶν, ὅσα γενέσεως μετέσχηκε. ταῦτα μὲν οὖν οὕτως ἔχει τὸν μάλιστα θεοῖς πρέποντα λόγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: