Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀσώ: τοῦ δ᾽ Ὀσίριδος ἐκμετρησάμενον λάθρα
τὸ σῶμα καὶ κατασκευάσαντα πρὸς τὸ μέγεθος
λάρνακα [p. 484] καλὴν καὶ κεκοσμημένην περιττῶς εἰσενεγκεῖν εἰς
τὸ συμπόσιον. ἡσθέντων δὲ τῇ ὄψει καὶ θαυμασάντων, ὑποσχέσθαι τὸν
Τυφῶνα μετὰ παιδιᾶς, ὃς ἂν ἐγκατακλιθεὶς 1 ἐξισωθῇ,
2
διδόναι δῶρον αὐτῷ τὴν λάρνακα. πειρωμένων
δὲ πάντων καθ᾽ ἕκαστον, ὡς οὐδεὶς ἐνήρμοττεν, ἐμβάντα τὸν Ὄσιριν
κατακλιθῆναι. τοὺς δὲ συνόντας 3 ἐπιδραμόντας ἐπιρράξαι 4 τὸ πῶμα καί, τῶν μὲν
γόμφοις καταλαβόντων 5 ἔξωθεν, τῶν δὲ
θερμοῦ μολίβδου καταχεαμένων, ἐπὶ τὸν ποταμὸν
ἐξενεγκεῖν καὶ μεθεῖναι διὰ τοῦ Τανιτικοῦ 6 στόματος εἰς τὴν θάλασσαν, ὃ
διὰ τοῦτο μισητὸν ἔτι νῦν καὶ κατάπτυστον ὀνομάζειν Αἰγυπτίους. ταῦτα
δὲ πραχθῆναι λέγουσιν ἑβδόμῃ ἐπὶ δέκα μηνὸς Ἀθύρ, ἐν ᾧ τὸν
σκορπίον ὁ ἥλιος διέξεισιν, ὄγδοον ἔτος καὶ
1 ἐγκατακλιθεὶς Marklandus: ἐγκατακελισθεὶς
5 τῶ μὲν - καταλαβόντων Salmasius: τὰ μὲν - καταλαβόντας
6 Τανιτικοῦ X: ταναϊτικοῦ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.