Click on a word to bring up parses, dictionary entries, and frequency statistics
, ἀλλ᾽ ἀνακειμένην ἀμφοῖν ἐκείναις,
ἐφιεμένην δὲ τῆς ἀμείνονος ἀεὶ καὶ ποθοῦσαν καὶ διώκουσαν, ὡς τὰ
ἐπιόντα δηλώσει τοῦ λόγου, τὴν Αἰγυπτίων θεολογίαν μάλιστα ταύτῃ τῇ
φιλοσοφίᾳ συνοικειοῦντος.
μεμιγμένη γὰρ ἡ τοῦδε τοῦ κόσμου γένεσις καὶ σύστασις ἐξ ἐναντίων, οὐ
μὴν ἰσοσθενῶν, δυνάμεων, ἀλλὰ τῆς βελτίονος τὸ κράτος ἐστίν: ἀπολέσθαι
δὲ τὴν φαύλην παντάπασιν ἀδύνατον, πολλὴν
μὲν ἐμπεφυκυῖαν τῷ σώματι, πολλὴν δὲ τῇ ψυχῇ τοῦ παντὸς καὶ πρὸς τὴν
βελτίονα ἀεὶ 1 δυσμαχοῦσαν. ἐν μὲν οὖν τῇ ψυχῇ νοῦς καὶ λόγος ὁ τῶν
ἀρίστων πάντων ἡγεμὼν καὶ κύριος Ὄσιρίς ἐστιν: ἐν δὲ γῇ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.