Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅθεν οὐκ ἀπὸ τρόπου μυθολογοῦσι τὴν Ὀσίριδος ψυχὴν ἀίδιον εἶναι καὶ
ἄφθαρτον, τὸ δὲ σῶμα πολλάκις διασπᾶν καὶ ἀφανίζειν τὸν Τυφῶνα: τὴν δ᾽
Ἶσιν πλανωμένην καὶ ζητεῖν 1 καὶ συναρμόττειν πάλιν. τὸ γὰρ ὂν καὶ
νοητὸν καὶ ἀγαθὸν φθορᾶς καὶ μεταβολῆς
κρεῖττόν ἐστιν: ἃς 2 δ᾽ ἀπ᾽ αὐτοῦ τὸ αἰσθητὸν καὶ σωματικὸν εἰκόνας
ἐκμάττεται , καὶ λόγους καὶ εἴδη καὶ ὁμοιότητας ἀναλαμβάνει, καθάπερ ἐν
κηρῷ σφραγῖδες οὐκ ἀεὶ διαμένουσιν, ἀλλὰ καταλαμβάνει τὸ ἄτακτον αὐτὰς
καὶ ταραχῶδες ἐνταῦθα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.