Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ θηριωδῶς. καθ᾽ ἣν δὴ 1 ὥραν τοὺς μὲν
ἀπὸ 2 δένδρων ἑώρων ἀφανιζομένους παντάπασιν
καὶ ἀπολείποντας, οὓς δὲ καὶ αὐτοὶ κατέσπειραν 3 ὄντας ἔτι γλίσχρους
καὶ ἀπόρους, 4 διαμώμενοι ταῖς χερσὶ τὴν γῆν καὶ περιστέλλοντες αὖθις, ἐπ᾽
ἀδήλῳ τῷ πάλιν ἐκτελεῖσθαι καὶ συντέλειαν ἕξειν ἀποθέμενοι, πολλὰ
θάπτουσιν ὅμοια καὶ πενθοῦσιν ἔπραττον.
εἶθ᾽ ὥσπερ ἡμεῖς τὸν ὠνούμενον βιβλία Πλάτωνος [p. 544]
ὠνεῖσθαί φαμεν Πλάτωνα, καὶ Μένανδρον ὑποκρίνεσθαι τὸν 5 τὰ Μενάνδρου
ποιήμαθ᾽ ὑποτιθέμενον, οὕτως ἐκεῖνοι τοῖς τῶν θεῶν ὀνόμασι τὰ τῶν θεῶν
δῶρα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.