Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ παντοδαπὰ
ταῦτα παραμειψάμενοι τῷ λόγῳ, πρὸς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν καὶ
ἄυλον ἐξάλλονται, καὶ θιγόντες ἁπλῶς 1 τῆς
περὶ αὐτὸ καθαρᾶς ἀληθείας οἷον ἐντελῆ 2 τέλος ἔχειν φιλοσοφίαν 3
νομίζουσι.
καὶ τοῦθ᾽ ὅπερ οἱ νῦν ἱερεῖς ἀφοσιούμενοι καὶ παρακαλυπτόμενοι μετ᾽
εὐλαβείας ὑποδηλοῦσιν, ὡς ὁ θεὸς οὗτος ἄρχει καὶ βασιλεύει τῶν
τεθνηκότων οὐχ ἕτερος ὢν τοῦ καλουμένου παρ᾽
Ἕλλησιν Ἅιδου καὶ Πλούτωνος, ἀγνοούμενον ὅπως ἀληθές ἐστι,
διαταράττει 4 τοὺς πολλοὺς ὑπονοοῦντας ἐν γῇ καὶ ὑπὸ γῆν τὸν ἱερὸν καὶ
ὅσιον ὡς ἀληθῶς Ὄσιριν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.