previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ τὸν Ἀκανθίων καὶ Βρασίδου παρελθοῦσιν οἶκον ἡμῖν ἔδειξεν περιηγητὴς χωρίον, ἐν Ῥοδώπιδος ἔκειντό ποτε τῆς ἑταίρας ὀβελίσκοι σιδηροῖ, δυσχεράνας Διογενιανὸςἦν ἄρα τῆς αὐτῆςἔφη πόλεωςῬοδώπιδι μὲν χώραν παρασχεῖν, ὅπου τὰς δεκάτας φέρουσα καταθήσεται τῶν μισθῶν, Αἴσωπον δ᾽ ἀπολέσαι τὸν ὁμόδουλον αὐτῆς.’ καὶ Σαραπίωντί δὲ ταῦτ᾽ἔφημακάριε, δυσχεραίνεις; ἐκεῖ βλέψον ἄνω καὶ τὴν χρυσῆν ἐν τοῖς στρατηγοῖς καὶ βασιλεῦσι θέασαι Μνησαρέτην, ἣν Κράτης εἶπε τῆς τῶν Ἑλλήνων ἀκρασίας ἀνακεῖσθαι [p. 45] τρόπαιον.’ ἰδὼν οὖν νεανίαςεἶτ᾽ οὐ 1 περὶ Φρύνηςἔφητοῦτ᾽ ἦν εἰρημένον τῷ Κράτητι;’ ‘ναίεἶπεν Σαραπίων: ‘Μνησαρέτη γὰρ ἐκαλεῖτο, τὴν δὲ Φρύνην ἐπίκλησιν ἔσχε διὰ τὴν ὠχρότητα. πολλὰ δ᾽ ὡς ἔοικε τῶν ὀνομάτων ἀποκρύπτουσιν αἱ παρωνυμίαι. τὴν γοῦν Ἀλεξάνδρου μητέρα Πολυξένην εἶτα Μυρτάλην Ὀλυμπιάδα τε καὶ Στρατονίκην κληθῆναι λέγουσι: τὴν δὲ Ῥοδίαν Εὔμητιν ἄχρι νῦν Κλεοβουλίνην πατρόθεν οἱ πλεῖστοι καλοῦσιν Ἡροφίλην δὲ τὴν Ἐρυθραίαν μαντικὴν γενομένην Σίβυλλαν προσηγόρευσαν., τῶν δὲ γραμματικῶν ἀκούσῃ καὶ τὴν Λήδαν Μνησινόην, καὶ τὸν Ὀρέστην Ἀχαιὸν ... 2 ὠνομάσθαι φασκόντων. ἀλλὰ πῶς, ἔφη, διανοῇ σὺβλέψας πρὸς τὸν Θέωνατουτὶ διαλῦσαι τὸ περὶ Φρύνης αἰτίαμα;’

1 εἶτ᾽ οὐ R: εἶτα

2 lac. 18 fere litt. in BE

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: