previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπιβάλλοντος δὲ τοῦ Σαραπίωνος εἰπεῖν τι περὶ τούτων, ξένος: ‘ἡδὺ μένἔφητὸ τοιούτων ἀκροᾶσθαι λόγων, ἐμοὶ δ᾽ ἀναγκαῖόν ἐστι τὴν πρώτην ὑπόσχεσιν ἀπαιτῆσαι περὶ τῆς αἰτίας, πέπαυκε τὴν Πυθίαν ἐν ἔπεσι καὶ μέτροις ἄλλοις θεσπίζουσαν: ὥστ᾽, εἰ δοκεῖ, τὰ λειπόμενα τῆς θέας ὑπερθέμενοι περὶ τούτων ἀκούσωμεν ἐνταῦθα καθίσαντες. οὗτος γάρ ἐστιν μάλιστα πρὸς τὴν τοῦ χρηστηρίου πίστιν ἀντιβαίνων λόγος: ὡς δυεῖν θάτερον, τῆς Πυθίας τῷ χωρίῳ μὴ πελαζούσης ἐν τὸ θεῖόν ἐστιν, τοῦ πνεύματος παντάπασιν ἀπεσβεσμένου καὶ τῆς δυνάμεως ἐκλελοιπυίας. περιελθόντες; οὖν ἐπὶ τῶν μεσημβρινῶν καθεζόμεθα κρηπίδων τοῦ 1 νεὼ πρὸς τὸ τῆς Γῆς ἱερὸν τὸ θ᾽ ὕδωρ 2 ἀποβλέποντες ὥστ᾽ εὐθὺς εἰπεῖν τὸν Βόηθον, ὅτι καὶ τόπος τῆς ἀπορίας συνεπιλαμβάνεται τῷ ξένῳ. Μουσῶν γὰρ ἦν ἱερὸν ἐνταῦθα περὶ τὴν ἀναπνοὴν τοῦ νάματος, ὅθεν ἐχρῶντο πρός τε τὰς λοιβὰς ὕδατι τούτῳ, ὥς φησι Σιμωνίδης 3
ἔνθα χερνίβεσσιν εἰρύεται 4 τὸ 5 Μοισᾶν 6
καλλικόμων ὑπένερθεν ἁγνὸν ὕδωρ.
μικρῷ δὲ περιεργότερον αὖθις Σιμωνίδης τὴν Κλειὼ προσειπών

ἁγνᾶν ἐπίσκοπον,7 χερνίβωνφησὶπολύλιστον [p. 49]
ἀραιόν τέ ἐστιν 8 ἀχρυσόπεπλον
9 εὐῶδες ἀμβροσίων ἐκ μυχῶν ἐρανὸν 10 ὕδωρ λαβόν.’
οὐκ ὀρθῶς οὖν Εὔδοξος ἐπίστευσε τοῖς Στυγὸς ὕδωρ τοῦτο καλεῖσθαι πεφήνασι. 11 τὰς δὲ Μούσας ἱδρύσαντο παρέδρους τῆς μαντικῆς καὶ φύλακας αὐτοῦ παρὰ τὸ νᾶμα καὶ τὸ τῆς Γῆς ἱερόν, ἧς λέγεται τὸ μαντεῖον γενέσθαι διὰ 12 τὴν ἐν μέτροις καὶ μέλεσι χρησμῳδίαν. ἔνιοι δὲ καὶ πρῶτον ἐνταῦθά φασιν ἡρῷον μέτρον ἀκουσθῆναι,
συμφέρετε πτερά, 13 οἰωνοί, κηρόν τε, μέλισσαι
ὅτε τῷ θεῷ 14 ἐπιδεᾶ γενομένην ἀποβαλεῖν τὸ σεμνόν.’

1 τοῦ Emperius

2 lac. 8 litt. in E

3 Σιμωνίδης] Bergkius 3 p. 409

4 ἀρύεται Turnebus

5 τὸ Bergkius: τε

6 Μοισᾶν Schneidewinus: μουσᾶν

7 hinc ἀγνὰ ἐπίσκοπε Κλειοὶ effecit Bergk. 3 p. 410

8 ἀραιόν τέ ἐστιν] ἀρυόντεσσιν Emperius

9 Lac. 13 litt. in E

10 ἐραννὸν Emperius

11 πεφήνασι (πεφύκασι E)] γε φήσασι? πεπεικόσι?

12 διὰ W

13 πτερά τ᾽ Emperius. πτερόν?

14 ὅτε τῷ θεῷ] aliquid labis contraxisse vid. Ante ὅτε lac. statuit R. ὅτε τῶν θεῶν (sc. Μουσῶν) Benselerus

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: