Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
ὠλίσθανον 1 εἰς ‘ἐνῳδὸν ... 2 γῆρυν’ ἐρωτικῶν τε κατεπίμπλαντο μέτρων καὶ ᾀσμάτων τὰ συμπόσια [p. 58] καὶ τὰ βιβλία γραμμάτων. ὁ δ᾽ Εὐριπίδης 3 εἰπὼν 4 ὡς
‘ἔρως ποιητὴν διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν’ ἐνενόησεν, 5
ὅτι ποιητικὴν καὶ μουσικὴν Ἔρως δύναμιν οὐκ ἐντίθησιν, ἐνυπάρχουσαν
δὲ κινεῖ καὶ ἀναθερμαίνει λανθάνουσαν καὶ
ἀργοῦσαν. ἢ μηδένα νῦν ἐρᾶν, ὦ ξένε, λέγωμεν, ἀλλὰ φροῦδον
οἴχεσθαι τὸν ἔρωτα, ὅτι μέτροις οὐδεὶς οὐδ᾽ ᾠδαῖς ‘ῥίμφα
παιδείους’ 6 ὡς Πίνδαρος ἔφη ‘τοξεύει μελιγάρεας ὕμνους;’
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.