previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὑπολαβὼν δ᾽ Κλεόμβροτοςἔχω μένἔφηκαὶ ἐγὼ τοιαῦτα διελθεῖν, ἀρκεῖ δὲ πρὸς τὴν ὑπόθεσιν τὸ μηδὲν ἐναντιοῦσθαι μηδὲ κωλύειν 1 ἔχειν οὕτω ταῦτα. καίτοι τοὺς Στωικούςἔφηγιγνώσκομεν οὐ μόνον κατὰ δαιμόνων ἣν λέγω δόξαν ἔχοντας, ἀλλὰ καὶ θεῶν ὄντων τοσούτων τὸ πλῆθος ἑνὶ χρωμένους ἀιδίῳ καὶ ἀφθάρτῳ: τοὺς δ᾽ ἄλλους καὶ γεγονέναι καὶ φθαρήσεσθαι νομίζοντας. Ἐπικουρείων δὲ χλευασμοὺς καὶ γέλωτας οὔτι φοβητέον, οἷς τολμῶσι χρῆσθαι καὶ κατὰ τῆς προνοίας μῦθον αὐτὴν συναποκαλοῦντες. 2 ἡμεῖς δὲ τὴν ἀπειρίαν μῦθον εἶναί φαμεν ἐν κόσμοις τοσούτοις μηδένα λόγῳ θείῳ κυβερνώμενον ἔχουσαν, ἀλλὰ πάντας ἐκ ταὐτομάτου καὶ γεγονότας καὶ συνισταμένους. εἰ δὲ χρὴ γελᾶν ἐν φιλοσοφίᾳ, τὰ 3 εἴδωλα γελαστέον τὰ κωφὰ καὶ τυφλὰ καὶ ἄψυχα, ποιμαίνουσιν 4 ἀπλέτους 5 ἐτῶν περιόδους ἐπιφαινόμενα καὶ περινοστοῦντα πάντῃ, τὰ μὲν ἔτι ζώντων τὰ δὲ πάλαι κατακαέντων κατασαπέντων ἀπορρυέντα, φλεδόνας καὶ σκιὰς ἕλκοντες [p. 96] εἰς φυσιολογίαν, ἂν δὲ φῇ τις εἶναι δαίμονας οὐ φύσει μόνον ἀλλὰ καὶ λόγοις 6 καὶ τὸ σῴζεσθαι καὶ διαμένειν πολὺν χρόνον ἔχοντας, δυσκολαίνοντες. 7

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: