previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐδέ γε προθυόμενοι καὶ καταστέφοντες ἱερεῖα καὶ κατασπένδοντες ἐναντία τῷ λόγῳ τούτῳ πράττομεν. οἱ γὰρ ἱερεῖς καὶ ὅσιοι 1 θύειν φασὶ 2 τὸ ἱερεῖον καὶ κατασπένδειν καὶ τὴν κίνησιν αὐτοῦ καὶ τὸν τρόμον ἀποθεωρεῖν, ἑτέρου τίνος τοῦτο σημεῖον 3 τοῦ θεμιστεύειν τὸν θεὸν λαμβάνοντες; δεῖ γὰρ τὸ θύσιμον τῷ τε σώματι καὶ τῇ ψυχῇ καθαρὸν εἶναι καὶ ἀσινὲς καὶ ἀδιάφθορον. μήνυτρα 4 μὲν οὖν τῶν περὶ τὸ σῶμα κατιδεῖν οὐ πάνυ χαλεπόν ἐστι; τὴν δὲ ψυχὴν δοκιμάζουσι, τοῖς μὲν ταύροις ἄλφιτα τοῖς δὲ κάπροις ἐρεβίνθους παρατιθέντες: τὸ γὰρ μὴ γευσάμενον ὑγιαίνειν οὐκ οἴονται. τὴν δ᾽ αἶγα [p. 139] διελέγχειν τὸ ψυχρὸν ὕδωρ: οὐ γὰρ εἶναι ψυχῆς κατὰ φύσιν ἐχούσης τὸ πρὸς τὴν κατάσπεισιν ἀπαθὲς καὶ ἀκίνητον. ἐγὼ δέ, κἂν βέβαιον ὅτι σημεῖόν ἐστι τοῦ θεμιστεύειν τὸ σείσασθαι καὶ τοῦ μὴ θεμιστεύειν τοὐναντίον, οὐχ ὁρῶ τί συμβαίνει δυσχερὲς ἀπ᾽ αὐτοῦ τοῖς εἰρημένοις. πᾶσα γὰρ δύναμις 5 πέφυκε σὺν καιρῷ βέλτιον χεῖρον ἀποδίδωσι τοῦ δὲ καιροῦ διαφεύγοντος ἡμᾶς, σημεῖα διδόναι τὸν θεὸν εἰκός ἐστιν. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: