Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔνειμε 1 γὰρ ἡμῖν αὐτοῖς αἰσθήσεις πέντε καὶ μέρη
ψυχῆς, φυτικὸν 2 ω: φυσικὸναἰσθητικὸν ἐπιθυμητικὸν
θυμοειδὲς λογιστικόν: καὶ δακτύλους ἑκατέρας χειρὸς τοσούτους, καὶ τὸ γονιμώτατον σπέρμα πενταχῆ σχιζόμενον. οὐ γὰρ
ἱστόρηται γυνὴ πλείονα τεκοῦσ᾽ ἢ 3 πέντε τέκνα
4
ταῖς αὐταῖς ὠδῖσι. καὶ τὴν Ῥέαν Αἰγύπτιοι μυθολογοῦσι πέντε θεοὺς
τεκεῖν, αἰνιττόμενοι τὴν ἐκ μιᾶς ὕλης τῶν πέντε κόσμων γένεσιν.
ἐν δὲ τῷ παντὶ πέντε μὲν ζώναις ὁ περὶ
γῆν τόπος, πέντε δὲ κύκλοις ὁ οὐρανὸς διώρισται, δυσὶν ἀρκτικοῖς καὶ
δυσὶ τροπικοῖς καὶ μέσῳ τῷ ἰσημερινῷ:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.