Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἐμοὶ μὲν γάρ, ἣν
ἄνθρωπος ἔχει διαφορὰν πρὸς ἄνθρωπον ὑποκρινόμενον τραγῳδίαν ἢ
κωμῳδίαν, ταύτην ἔχειν δοκεῖ ψυχὴ πρὸς
1 ψυχὴν ἐνεσκευασμένην σῶμα τῷ 2 παρόντι βίῳ πρόσφορον. 3 οὐδὲν οὖν ἄλογον οὐδὲ
θαυμαστόν, εἰ ψυχαὶ ψυχαῖς ἐντυγχάνουσαι φαντασίας ἐμποιοῦσι τοῦ
μέλλοντος, ὥσπερ ἡμεῖς ἀλλήλοις οὐ πάντα διὰ φωνῆς ἀλλὰ καὶ
γράμμασι καὶ θιγόντες μόνον καὶ
προσβλέψαντες πολλὰ καὶ μηνύομεν τῶν γεγονότων καὶ τῶν ἐσομένων
προσημαίνομεν. εἰ μή τι σὺ λέγεις ἕτερον, ὦ Λαμπρία: καὶ γὰρ
ἔναγχος ἧκέ τις φωνὴ πρὸς ἡμᾶς, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.