Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τοῦ ἀδύτου προσβάλλοντος:
ἐξανθεῖν γὰρ εἰκὸς ὑπὸ θερμότητος ἤ
τινος ἄλλης ἐγγιγνομένης δυνάμεως. εἰ δὲ τοῦτο μὴ δοκεῖ πιθανόν, ἀλλά
γε τὴν Πυθίαν αὐτὴν ἐν πάθεσι καὶ διαφοραῖς ἄλλοτ᾽ ἄλλαις ἐκεῖνο
τὸ μέρος τῆς ψυχῆς; ἴσχειν, ᾧ πλησιάζει τὸ πνεῦμα, καὶ μὴ μίαν
ἀεὶ κρᾶσιν ὥσπερ ἁρμονίαν ἀμετάβολον ἐν
παντὶ καιρῷ διαφυλάττειν, ὁμολογήσετε. πολλαὶ μὲν γὰρ αἰσθομένης 1
πλείονες δ᾽ ἄδηλοι τό τε σῶμα [p. 140] καταλαμβάνουσι καὶ τὴν
ψυχὴν ὑπορρέουσι δυσχέρειαι καὶ κινήσεις: ὧν ἀναπιμπλαμένην οὐκ
ἄμεινον ἐκεῖ βαδίζειν οὐδὲ παρέχειν ἑαυτὴν τῷ θεῷ μὴ παντάπασι
καθαρὰν οὖσαν ὥσπερ ὄργανον ἐξηρτυμένον
’
1 αἰσθομένης] sc. τῆς Πυθίας
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.