Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λανθάνουσαν ἡμᾶς ὀξύτητι καὶ τάχει
μεταβολῆς, οὐ
συνορῶντας ὅτι ταὐτόν ἐστι τῆς ψυχῆς [p. 163] ᾧ πέφυκεν ἐπιθυμεῖν καὶ
μετανοεῖν, ὀργίζεσθαι καὶ δεδιέναι, φέρεσθαι
πρὸς τὸ αἰσχρὸν ὑφ᾽ ἡδονῆς καὶ φερομένης
πάλιν αὑτῆς ἐπιλαμβάνεσθαι: καὶ γὰρ
ἐπιθυμίαν καὶ ὀργὴν καὶ φόβον καὶ τὰ
τοιαῦτα πάντα
δόξας εἶναι καὶ κρίσεις πονηράς, οὐ περὶ
ἓν τι γιγνομένας τῆς ψυχῆς μέρος, ἀλλ᾽
ὅλου τοῦ ἡγεμονικοῦ ῥοπὰς καὶ εἴξεις
καὶ συγκαταθέσεις καὶ ὁρμάς, καὶ ὅλως
ἐνεργείας τινὰς οὔσας ἐν ὀλίγῳ
μεταπτωτάς, ὥσπερ αἱ τῶν παίδων ἐπιδρομαὶ
τὸ ῥαγδαῖον
καὶ τὸ σφοδρὸν ἐπισφαλὲς ὑπ᾽ ἀσθενείας
καὶ ἀβέβαιον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.