next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Στααας. καλῶς μοι δοκοῦσιν, Φουνδάνε, ποιεῖν οἱ ζωγράφοι διὰ χρόνου τὰ ἔργα πρὶν συντελεῖν ἐπισκοποῦντες: ὅτι τὴν ὄψιν αὐτῶν ἀφιστάντες τῇ πολλάκις κρίσει ποιοῦσι καινὴν καὶ μᾶλλον ἁπτομένην τῆς παρὰ μικρὸν διαφορᾶς, ἣν ἀποκρύπτει τὸ συνεχὲς καὶ τὸ σύνηθες. ἐπεὶ τοίνυν οὐκ ἔστιν αὐτὸν αὑτῷ διὰ χρόνου προσελθεῖν χωρὶς γενόμενον καὶ διαστήσαντα τῆς συνεχείας τὴν αἴσθησιν , ἀλλὰ τοῦτ᾽ ἐστὶ τὸ μάλιστα ποιοῦν ἕκαστον αὑτοῦ φαυλότερον κριτὴν ἑτέρων: δεύτερον ἂν εἴη τὸ τοὺς φίλους ἐφορᾶν διὰ χρόνου καὶ παρέχειν ὁμοίως ἐκείνοις ἑαυτόν, οὐκ εἰ γέρων γέγονε ταχὺ καὶ τὸ σῶμα βέλτιον χεῖρον ἔσχηκεν, ἀλλὰ καὶ τὸν τρόπον καὶ τὸ ἦθος ἐπισκοπεῖν, εἴ τι χρηστὸν χρόνος προστέθεικεν τῶν φαύλων ἀφῄρηκεν. ἐγὼ γοῦν ἐνιαυτῷ μὲν ἀφιγμένος εἰς Ῥώμην δευτέρῳ, συνὼν δέ σοι μῆνα τουτονὶ πέμπτον, τὸ μὲν ἐξ ὑπαρχόντων δι᾽ εὐφυΐαν ἀγαθῶν ἐπίδοσιν γεγονέναι τοσαύτην καὶ αὔξησιν οὐ πάνυ θαυμαστὸν ἡγοῦμαι: τὸ δὲ σφοδρὸν ἐκεῖνο καὶ διάπυρον πρὸς [p. 179] ὀργὴν ὁρῶντί μοι πρᾶον οὕτω καὶ χειρόηθες τῷ λογισμῷ γεγενημένον ἐπέρχεται πρὸς τὸν θυμὸν εἰπεῖν
πόποι, μάλα δὴ μαλακώτερος
1 αὓτη δ᾽ μαλακότης οὐκ ἀργίαν οὐδ᾽ ἔκλυσιν, ἀλλ᾽ ὥσπερ κατειργασμένη γῆ λειότητα καὶ βάθος ἐνεργὸν ἐπὶ τὰς πράξεις ἔσχηκεν ἀντὶ τῆς φορᾶς ἐκείνης καὶ τῆς ὀξύτητος. διὸ καὶ δῆλόν ἐστιν οὐ παρακμῇ τινι δι᾽ ἡλικίαν τὸ θυμοειδὲς οὐδ᾽ αὐτομάτως ἀπομαραινόμενον, ἀλλ᾽ ὑπὸ λόγων τινῶν χρηστῶν θεραπευόμενον. καίτοιτὸ γὰρ ἀληθὲς εἰρήσεται πρὸς σέταῦθ᾽ ἡμῖν Ἔρως ἑταῖρος ἀπαγγέλλων ὕποπτος ἦν τὰ μὴ προσόντα πρέποντα δὲ προσεῖναι τοῖς καλοῖς κἀγαθοῖς δι᾽ εὔνοιαν ἐπιμαρτυρεῖν: καίπερ, ὡς οἶσθα, οὐδαμῇ πιθανὸς ὢν τῷ πρὸς χάριν ὑφίεσθαι τοῦ δοκοῦντος. ἀλλὰ νῦν ἐκεῖνός τε τῶν ψευδομαρτυριῶν ἀφεῖται, καὶ σύ, τῆς ὁδοιπορίας σχολὴν διδούσης, δίελθ᾽ ἡμῖν ὥσπερ ἰατρείαν τινὰ σεαυτοῦ, χρησάμενος οὕτως εὐήνιον καὶ ἁπλοῦν καὶ τῷ λόγῳ πρᾶον καὶ ὑπήκοον ἐποιήσω τὸν θυμόν. Φουνδανός. εἶτ᾽ οὐ σκοπεῖς, προθυμότατε Σύλλα, μὴ καὶ αὐτὸς εὐνοίᾳ καὶ φιλίᾳ τῇ πρὸς ἡμᾶς παρορᾷς τι τῶν ἡμετέρων; ἔρωτι μὲν γὰρ οὐδ᾽ αὐτῷ πολλάκις ἔχοντι κατὰ χώραν 2 ἐν τῇ Ὁμηρικῇ 3 πείσῃ μένοντα τὸν θυμόν, ἀλλὰ τραχύτερον ὑπὸ μισοπονηρίας, εἰκός ἐστι πραοτέρους ἡμᾶς φανῆναι, καθάπερ ἐν διαγραμμάτων μεταβολαῖς νῆταί τινες πρὸς ἑτέρας νήτας τάξιν ὑπάτων λαμβάνουσιν. [p. 180] συλλ. οὐδέτερα τούτων, ἔστιν, Φουνδάνε: ποίει δ᾽ ὡς λέγω, χαριζόμενος ἡμῖν.

1 Hom. X. 373

2 κατὰ κώραν] del. Huttenus

3 Ὁμηρικῇ] cf. Hom. υ 23

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. C. Helmbold, 1939)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: