πικρὰν χολὴν κλύζουσι φαρμάκῳ πικρῷ
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ φιλοσόφῳ κενὸν ἀποδείξας ὕλαγμα, τὴν
τοῦ κυνικοῦ βλασφημίαν.
τοὺς δὲ πολλοὺς οὐ μόνον τὰ τῶν φίλων
καὶ οἰκείων ἀλλὰ καὶ τὰ τῶν ἐχθρῶν
ἀνιᾷ καὶ παροξύνει κακά. βλασφημίαι γὰρ καὶ ὀργαὶ καὶ
φθόνοι καὶ κακοήθειαι καὶ ζηλοτυπίαι μετὰ
δυσμενείας αὐτῶν μέν εἰσι τῶν ἐχόντων
κῆρες, ἐνοχλοῦσι δὲ καὶ [p. 217]
παροξύνουσι τοὺς ἀνοήτους: ὥσπερ ἀμέλει
καὶ γειτόνων ἀκραχολίαι καὶ συνήθων
δυσκολίαι καὶ τῶν περὶ τὰς πράξεις
ὑπουργῶν μοχθηρίαι τινές. ὑφ᾽ ὧν οὐχ
ἣκιστά μοι δοκεῖς καὶ αὐτὸς
ἐπιταραττόμενος, ὥσπερ οἱ Σοφοκλέους ἰατροὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.