Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παθῶν δηλοῦσιν. οἱ μὲν γὰρ ἀνόητοι καὶ
παρόντα τὰ χρηστὰ παρορῶσι καὶ ἀμελοῦσιν
ὑπὸ τοῦ συντετάσθαι πρὸς τὸ μέλλον ἀεὶ ταῖς φροντίσιν,
οἱ δὲ φρόνιμοι καὶ τὰ μηκέτ᾽ ὄντα τῷ
μνημονεύειν [p. 230] ἐναργῶς ὄντα
ποιοῦσιν ἑαυτοῖς: τὸ γὰρ παρὸν τῷ
ἐλαχίστῳ τοῦ χρόνου μορίῳ θιγεῖν παρασχὸν
εἶτα τὴν αἴσθησιν ἐκφυγόν, οὐκέτι δοκεῖ
πρὸς ἡμᾶς οὐδ᾽ ἡμέτερον εἶναι τοῖς
ἀνοήτοις: ἀλλ᾽ ὥσπερ ὁ ἐν Ἃιδου
ζωγραφούμενος
σχοινοστρόφος ὄνῳ τινὶ: 1 παρίησιν
ἐπιβοσκομένῳ καταναλίσκειν τὸ πλεκόμενον,
ὅτῳ τῶν πολλῶν ἀναίσθητος καὶ ἀχάριστος
ὑπολαμβάνουσα λήθη καὶ κατανεμομένη πρᾶξίν
τε πᾶσαν ἀφανίζουσα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.