Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ λόγοι τελευτῶντες εἰς ἀρετήν,
ἀναφαίρετον ἔχουσι τὴν οὐσίαν καὶ
ἀδιάφθορον, ἀηττήτους 1 πρὸς τὸ μέλλον
εἶναι καὶ θαρραλέους, πρὸς τὴν τύχην
λέγοντας, ἃ Σωκράτης δοκῶν πρὸς τοὺς
κατηγόρους 2 [p. 236] λέγειν πρὸς
τοὺς δικαστὰς ἔλεγεν, ὡς ἀποκτεῖναι μὲν
Ἄνυτος καὶ Μέλητος δύνανται, βλάψαι δ᾽ οὐ
δύνανται. καὶ γὰρ ἡ τύχη δύναται νόσῳ
περιβαλεῖν, ἀφελέσθαι χρήματα, διαβαλεῖν
πρὸς δῆμον ἢ τύραννον κακὸν δὲ καὶ δειλὸν καὶ ταπεινόφρονα
καὶ ἀγεννῆ καὶ φθονερὸν οὐ δύναται ποιῆσαι
τὸν ἀγαθὸν
1 ἀηττήτους] ἀνεκπλήκτους Stobaeus. ἀπτοήτους?
2 κατηγόρους Stobaeus: κατηγόρους ἄνυτον καὶ μέλητον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.