Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πνεύματος
ἐπιπολάζον ἐμπλανᾶται καὶ βαρύνει, τὸν μὲν ἄλλον χρόνον εἴθισται καὶ
μεμελέτηκεν ἐμμήνοις 1 ἡμερῶν περιόδοις ὀχετοὺς καὶ πόρους αὐτῷ τῆς
φύσεως ἀναστομούσης ἀποχεόμενον τὸ μὲν
ἄλλο σῶμα κουφίζειν καὶ καθαίρειν, τὴν δ᾽ ὑστέραν οἷον [p. 285] ἀρότῳ 2 καὶ σπόρῳ γῆν ἐν φυτοῖς 3 ὀργῶσαν ἐν καιρῷ παρέχειν. ὅταν δὲ
τὴν γονὴν ἀναλάβῃ προσπεσοῦσαν 4 ἡ ὑστέρα καὶ περιστείλῃ ῥιζώσεως
γενομένης: ‘ὁ γὰρ ὀμφαλὸς; πρῶτον ἐν μήτρῃσιν’ ὥς φησι Δημόκριτος 5
‘ἀγκυρηβόλιον σάλου καὶ πλάνης ἐμφύεται, πεῖσμα καὶ κλῆμα’ τῷ
γεννωμένῳ καρπῷ καὶ μέλλοντι:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.