previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κρήνας νάματος ἐπιρρέοντος, οὐκ ἀργῶς οὐδ᾽ ἀπαθῶς ὑποδεχομένας ἀλλὰ καὶ πνεύματος ἠπίῳ θερμότητι καὶ μαλακῇ θηλύτητι ἐκπέψαι καὶ λεᾶναι καὶ μεταβαλεῖν δυναμένας: τοιαύτην γὰρ μαστὸς ἔχει ἐντὸς 1 διάθεσιν καὶ κρᾶσιν. ἐκροαὶ δὲ τοῦ γάλακτος οὐκ εἰσὶν οὐδὲ κρουνοὶ μεθιέντες ἀθρόως, εἰς δὲ σάρκα πιδακώδη καὶ πόροις ἀτρέμα λεπτοῖς διηθοῦσαν ἀπολήγων, εὐμενὲς τῷ τοῦ νηπίου στόματι καὶ προσφιλὲς; ψαῦσαι καὶ περιλαβεῖν ἐνδίδωσι ταμιεῖον. 2 [p. 286] ἀλλὰ τούτων γε τῶν τοσούτων ἐπὶ τήν γένεσιν ἐργαλείων καὶ τοιούτων οἰκονομιῶν καὶ φιλοτιμίας καὶ προνοίας οὐδὲν ἦν ὄφελος, εἰ μὴ τὸ φιλόστοργον φύσις καὶ κηδεμονικὸν ἐνειργάσατο ταῖς τεκούσαις.
πάντων ὅσσα τε γαῖαν ἔπι πνείει 3 τε καὶ ἕρπει:
4
τοῦτ᾽ οὐ ψεύδεται 5 λέγων ἐπὶ νηπίου καὶ 6 ἀρτιγενοῦς. οὐδὲν γάρ ἐστιν οὕτως; ἀτελὲς οὐδ᾽ ἄπορον οὐδὲ γυμνὸν οὐδ᾽ ἄμορφον οὐδὲ μιαρόν, ὡς ἄνθρωπος ἐν γοναῖς ὁρώμενος: μόνῳ σχεδὸν οὐδὲ καθαρὰν ἔδωκεν εἰς φῶς ὁδὸν φύσις, ἀλλ᾽ αἵματι πεφυρμένος καὶ λύθρου περίπλεως καὶ φονευομένῳ μᾶλλον γεννωμένῳ ἐοικὼς οὐδενός ἐστιν ἅψασθαι καὶ ἀνελέσθαι

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: