next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

... ὑπομένει 1
πεπραμένον τὸ σῶμα 2 τῆς φερνῆς ἔχων
ὡς Εὐριπίδης φησίν, βραχέα δεδήλωται καὶ ἀβέβαια τῷ δ᾽ οὐ πολλῆς διὰ τέφρας, ἀλλὰ πυρκαϊᾶς τινος βασιλικῆς πορευομένῳ καὶ περιφλεγομένῳ, ἄσθματος καὶ φόβου μεστῷ καὶ ἱδρῶτος διαποντίου, πλοῦτόν τινα προσθεῖσα 3 Ταντάλειον ἀπολαῦσαι δι᾽ ἀσχολίαν οὐ δυναμένῳ. μὲν γὰρ Σικυώνιος 4 ἐκεῖνος ἱπποτρόφος εὖ φρονῶν ἔδωκε τῷ βασιλεῖ τῶν Ἀχαιῶν θήλειαν ἵππον δρομάδα δῶρον,
ἵνα μὴ οἱ ἕποιθ᾽ ὑπὸ Ἴλιον ἠνεμόεσσαν
ἀλλ᾽ αὐτοῦ 5 τέρποιτο μένων
εἰς βαθεῖαν εὐπορίαν καὶ σχολὴν ἄλυπον ἀνακλίνας ἑαυτόν: οἱ δὲ νῦν ἄλυποι 6 καὶ πρακτικοὶ δοκοῦντες εἶναι, μηδενὸς καλοῦντος ὠθοῦνται δι᾽ αὑτῶν ἐπὶ τράχηλον εἰς αὐλὰς καὶ προπομπὰς καὶ θυραυλίας ἐπιπόνους, ἵν᾽ ἵππου τινὸς πόρπης τοιαύτης τινὸς εὐημερίας τύχωσι. [p. 292]
τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο,
7 καὶ δόμος ἡμιτελής:
σύρεται δὲ καὶ πλανᾶται τριβόμενος ἔν τισιν 8 ἐλπίσιν 9 καὶ προπηλακιζόμενος: ἂν δὲ καὶ τύχῃ τινὸς ὧν ποθεῖ, περιενεχθεὶς καὶ σκοτοδινιάσας πρὸς τὸν τῆς τύχης πεταυρισμὸν ἀπόβασιν ζητεῖ καὶ μακαρίζει τοὺς ἀδόξους καὶ ἀσφαλῶς ζῶντας οἱ δ᾽ ἐκεῖνον πάλιν ἄνω βλέποντες ὑπὲρ αὑτοὺς φερόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. C. Helmbold, 1939)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: