Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δύσκολον μὲν ἀναλαμβάνει θεράπευμα καὶ χαλεπὸν ἡ φιλοσοφία τὴν
ἀδολεσχίαν.
τὸ γὰρ φάρμακον αὐτῆς,
ὁ λόγος,
ἀκουόντων ἐστίν:
οἱ δ᾽ ἀδόλεσχοι οὐδενὸς ἁκούουσιν,
ἀεὶ γὰρ λαλοῦσι.
καὶ τοῦτ᾽ ἔχει πρῶτον κακὸν ἡ ἀσιγησία,
τὴν
ἀνηκοΐαν.
κωφότης γὰρ αὐθαίρετός ἐστιν,
ἀνθρώπων οἶμαι
μεμφομένων τὴν φύσιν,
ὅτι μίαν μὲν γλῶτταν δύο δ᾽ ὦτ᾽ ἔχουσιν.
εἴπερ οὖν ὁ Εὐριπίδης 1 καλῶς εἶπε πρὸς τὸν ἀσύνετον ἀκροατὴν
οὐκ ἂν δυναίμην μὴ στέγοντα πιμπλάναι,
σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους
δικαιότερον ἄν τις εἴποι πρὸς τὸν ἀδόλεσχον 2
οὐκ ἂν δυναίμην μὴ δεχόμενον πιμπλάναι,
σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους:
μᾶλλον δὲ περιαντλῶν λόγους ἀνθρώπῳ
λαλοῦντι μὲν
πρὸς τοὺς οὐκ ἀκούοντας,
μὴ ἀκούοντι δὲ τῶν λαλούντων.
καὶ γὰρ
ἂν ἀκούσῃ τι βραχύ,
τῆς ἀδολεσχίας ὥσπερ ἄμπωτιν λαβούσης,
τοῦτο παραχρῆμα πολλαπλάσιον ἀνταποδίδωσι.
τὴν μὲν γὰρ ἐν
Ὀλυμπίᾳ στοὰν ἀπὸ μιᾶς φωνῆς
πολλὰς ἀντανακλάσεις [p. 303] ποιοῦσαν ἑπτάφωνον
καλοῦσι:
τῆς δ᾽ ἀδολεσχίας ἂν ἐλάχιστος ἅψηται λόγος,
εὐθὺς
ἀντιπεριηχεῖ κινοῦσα χορδὰς τὰς ἀκινήτους
φρενῶν.
3
μήποτε γὰρ αὐτοῖς οὐκ εἰς τὴν ψυχὴν ἀλλ᾽ εἰς τὴν γλῶτταν ἡ ἀκοὴ συντέτρηται.
διὸ τοῖς μὲν
ἄλλοις
ἐμμένουσιν οἱ λόγοι,
τῶν δ᾽ ἀδολέσχων διαρρέουσιν εἶθ᾽ ὥσπερ
ἀγγεῖα κενοὶ φρενῶν ἤχου δὲ μεστοὶ περιίασιν.