next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιαῦτα μὲν Ἐπίκουρος εἰπὼν, Κύντε, 1 καὶ πρὶν ἀποκρίνασθαί τινα πρὸς τῷ πέρατι τῆς στοᾶς γενομένων ἡμῶν, ᾤχετ᾽ ἀπιών: ἡμεῖς δ᾽ ὅσον τι θαυμάσαι τοῦ ἀνθρώπου τὴν ἀτοπίαν, ἐπιστάντες σιωπῇ καὶ πρὸς ἀλλήλους διαβλέψαντες, ἀνεστρέφομεν πάλιν ὥσπερ ἐτυγχάνομεν περιπατοῦντες. εἶτα πρῶτος Πατροκλέαςτί οὖν;εἶπενἐᾶν δοκεῖ τὴν ζήτησιν, τῷ λόγῳ καθάπερ παρόντος καὶ μὴ 2 παρόντος ἀποκρινώμεθα τοῦ εἰπόντος;ὑπολαβὼν δ᾽ Τίμωνἀλλ᾽ οὐδ᾽ εἰ βαλώνεἶπενἀπηλλάγη, καλῶς εἶχε περιορᾶν τὸ βέλος ἐγκείμενον: μὲν γὰρ Βρασίδας ὡς ἔοικεν ἐξελκύσας τὸ δόρυ τοῦ σώματος, αὐτῷ τούτῳ τὸν βαλόντα πατάξας ἀνεῖλεν ἡμῖν 3 δ᾽ ἀμύνασθαι μὲν οὐδὲν ἔργον ἐστὶ δήπου τοὺς ἄτοπον ψευδῆ λόγον εἰς ἡμᾶς ἀφέντας, ἀρκεῖ δ᾽ ἂν αὐτοὶ, 4 [p. 418] πρὶν ἅψασθαι τὴν δόξαν, 5 ἐκβάλωμεν: 6’ ‘τί οὖνἔφην ἐγὼμάλιστα κεκίνηκεν ὑμᾶς τῶν εἰρημένων; ἀθρόα γὰρ πολλὰ καὶ κατὰ τάξιν οὐδέν, ἄλλο δ᾽ ἀλλαχόθεν ἄνθρωπος 7 ὥσπερ ὀργῇ τινι καὶ λοιδορίᾳ σπαράττων ἅμα κατεφόρει τῆς προνοίας

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: