previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρῶτον τοίνυν ἴσθι, ὅτι εἱμαρμένη διχῶς καὶ λέγεται καὶ νοεῖται: μὲν γάρ ἐστιν ἐνέργεια δ᾽ οὐσία. πρῶτον μὲν οὖν ἐνέργειαν τύπῳ ὑπέγραψεν Πλάτων ἔν τε τῷ Φαίδρῳ 1 λέγωνθεσμός τε Ἀδραστείας ὅδε, ἥτις ἂν ψυχὴ θεῷ ξυνοπαδὸς γενομένη:’ ἐν δὲ τῷ Τιμαίῳ 2νόμουςοὓς ἐπὶ τῇ τοῦ παντὸς φύσει θεὸς εἶπε ταῖς ἀθανάτοις ψυχαῖς: ἐν δὲ τῇ Πολιτείᾳ 3ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως λόγονφησὶν εἶναι τὴν εἱμαρμένην, οὐ τραγικῶς ἀλλὰ θεολογικῶς τὸ ἀρέσκον αὑτῷ ἀποφαινόμενος. εἰ δὲ κοινότερον ἐθέλοι τις ταῦτα μεταλαβὼν ὑπογράψαι, ὡς μὲν ἐν Φαίδρῳ λέγοιτ᾽ ἂν εἱμαρμένη λόγος θεῖος ἀπαράβατος δι᾽ αἰτίαν ἀνεμπόδιστον: ὡς δ᾽ ἐν τῷ Τιμαίῳ νόμος ἀκόλουθος τῇ τοῦ παντὸς φύσει, καθ᾽ ὃν διεξάγεται τὰ γιγνόμενα. τοῦτο γὰρ ἐκεῖ Λάχεσις ἐργάζεται, τῆς Ἀνάγκης ἀληθῶς θυγάτηρ, ὡς καὶ πρότερον παρελάβομεν καὶ [p. 468] ὕστερον ἔτι μᾶλλον εἰσόμεθ᾽ ἐν τοῖς κατὰ σχολὴν λόγοις. ἥδε μὲν οὖν κατ᾽ ἐνέργειαν εἱμαρμένη.

1 Φαίδρῳ] p. 248 c

2 Τιμαίῳ] p. 41 e

3 Πολιτείᾳ] p. 617 d

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: