previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν οὖν ἡμέτερος λόγος, ἐπὶ κεφαλαίων εἰπεῖν, τοιοῦτός τις ἂν εἴη: δὲ τούτων ἐναντίος οὐ μόνον ἐν εἱμαρμένῃ ἀλλὰ καὶ καθ᾽ εἱμαρμένην πάντα τίθεται. πάντα δὲ θατέρῳ συνᾴδει: τὰ δὲ τῷ ἑτέρῳ συνῳδὰ δῆλον ὅτι καὶ θάτερον. κατὰ μὲν οὖν τόνδε τὸν λόγον τὸ ἐνδεχόμενον εἴρηται: καὶ τὸ γ᾽ ἐφ᾽ ἡμῖν δεύτερον: καὶ τρίτον τε τύχη καὶ τὸ αὐτόματον καὶ ὅσα κατ᾽ αὐτά: ἔπαινος δὲ καὶ ψόγος καὶ τὰ τούτων συγγενῆ τέταρτα πέμπτον δὲ καὶ ἐπὶ πᾶσιν εὐχαὶ θεῶν καὶ θεραπεῖαι λεγέσθω: ἀργοὶ δὲ καὶ θερίζοντες λόγοι καὶ παρὰ τὴν εἱμαρμένην ὀνομαζόμενος σοφίσμαθ᾽ ὡς ἀληθῶς κατὰ τοῦτον τὸν λόγον τυγχάνει ὄντα. κατὰ δὲ τὸν ἐναντίον μάλιστα μὲν καὶ πρῶτον ἂν 1 εἶναι δόξειε, τὸ μηδὲν ἀναιτίως γίγνεσθαι ἀλλὰ κατὰ προηγουμένας αἰτίας: δεύτερον δὲ τὸ φύσει διοικεῖσθαι τόνδε τὸν κόσμον σύμπνουν καὶ συμπαθῆ αὐτὸν αὑτῷ ὄντα: τρίτον δέ, 2 πρὸς τούτοις μαρτύρια μᾶλλον ἔοικεν εἶναι, μαντικὴ μὲν ἅπασιν 3 ἀνθρώποις εὐδόκιμος ὡς ἀληθῶς θεῶν 4ὑπάρχουσα: δὲ τῶν σοφῶν πρὸς τὰ συμβαίνοντα εὐαρέστησις, ὡς πάντα κατὰ μοῖραν [p. 484] γιγνόμενα δευτέρα. 5 τρίτον δὲ τὸ πολυθρύλητον τοῦτο, ὅτι πᾶν ἀξίωμα ἀληθές ἐστιν ψευδές. τούτων γε μὴν ἐπὶ τοσοῦτον ἐμνήσθημεν, ἵνα ὡς ἐπὶ βραχὺ 6 τὰ τῆς εἱμαρμένης κεφάλαια δηλωθείη 7 χρὴ διερευνήσασθαι κατὰ τὴν ἀκριβῆ βάσανον ἑκατέρου τῶν λόγων, τὰ δὲ καθ᾽ ἕκαστα τούτων ἐσαῦθις μέτιμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: