previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

σχεδὸν μὲν οὖν καὶ τοῦτο δηλοῖ, ὁποῖόν τι τυγχάνει εἱμαρμένη, πλὴν οὐχ γε κατὰ 1 μέρος οὐδ᾽ καθ᾽ ἕκαστα. ποία τις οὖν καὶ ἥδε κατ᾽ αὖ τόδε 2 τὸ εἶδος τοῦ λόγου; ἔστι τοίνυν, ὡς ἄν τις εἰκάσαι, οἷος πολιτικὸς νόμος ὃς 3 πρῶτον μὲν τὰ πλεῖστα, εἰ καὶ μὴ πάντα, ἐξ ὑποθέσεως προστάττει: ἔπειτα μὴν καθόλου τὰ πόλει προσήκοντα εἰς δύναμιν περιλαμβάνει. πάλιν δὲ τούτων ἑκάτερον ὁποῖὸν τί ἐστι, σκεπτέον. ἀκολούθως 4 τοίνυν πολιτικὸς νόμος περὶ τ᾽ ἀριστέως καὶ λιποτάκτου διαλέγεται καὶ περὶ τῶν ἄλλων ὡσαύτως: ἀλλ᾽ οὐ περὶ τοῦδ᾽ 5 τοῦδ᾽ νόμιμόν ἐστιν, ἀλλὰ τὰ μὲν καθόλου προηγουμένως, τὰ δ᾽ ὑποπίπτοντα τούτων ἑπομένως. καὶ γὰρ τὸ τιμῆσαι τόνδε τινὰ ἠριστευκότα καὶ τὸ κολάσαι τόνδε τινὰ λιποτακτήσαντα νόμιμον ἂν φήσαιμεν, ὡς δυνάμει καὶ περὶ τούτων διατεταγμένου τοῦ νόμου: ὃν τρόπον ἰατρικὸς καὶ γυμναστικὸς ὡς εἰπεῖν νόμος δυνάμει τὰ καθ᾽ ἕκαστα τοῖς ὅλοις συμπεριλαμβάνει: οὕτω δὲ καὶ τῆς [p. 471] φύσεως νόμος τὰ μὲν καθόλου προηγουμένως, τὰ δὲ καθ᾽ ἕκαστα ἑπομένως. ἔστι θ᾽ εἱμαρμένα τρόπον τινὰ καὶ ταῦτα, ὄντ᾽ 6 ἐκείνοις συνειμαρμένα, τάχα δ᾽ ἄν τις τῶν ἄγαν ἀκριβολογουμένων τὰ τοιαῦτα καί τοὐναντίον φαίη προηγούμενα συντετάχθαι τὰ καθ᾽ ἕκαστα, εἶναί τε 7 τούτων ἕνεκα καὶ τὸ καθόλου, προηγεῖσθαι 8 δὲ τῶν ἕνεκά του τὸ οὗ ἕνεκα. ἀλλὰ περὶ μέν τούτων ἐν ἄλλοις σκεπτέον. ὅτι δ᾽ οὐ πάντα καθαρῶς οὐδὲ διαρρήδην εἱμαρμένη περιέχει ἀλλ᾽ ὅσα καθόλου, τοῦτο δὴ ἐν τῷ παρόντι ῥηθὲν πρός τε τὸν ἑξῆς λόγον καὶ τὸν ὀλίγον ἔμπροσθεν χώραν ἔχει. τὸ μὲν γὰρ ὡρισμένον οἰκεῖον τῇ θείᾳ φρονήσει ἐν τῷ καθόλου μᾶλλον θεωρεῖται: τοιοῦτο καὶ θεῖος νόμος, μέντοι γε πολιτικός, 9 τὸ δ᾽ ἄπειρον ἐν τῷ καθ᾽ ἕκαστα μετὰ δὴ ταῦτα, οἷον μέν ἐστιν ἐξ ὑποθέσεως: ὅτι δὲ τοιοῦτον καὶ εἱμαρμένη, οἰέσθω. 10 ἐξ ὑποθέσεως δὴ ἔφαμεν τὸ μὴ καθ᾽ ἑαυτὸ τιθέμενον, ἀλλά πως 11 ἑτέρῳ τινὶ ὡς ἀληθῶς 12 ὑποτεθέν, ὁπόσα 13 ἀκολουθίαν σημαίνει. ‘θεσμός τε Ἀδραστείας ὅδε: ἣτις ἂν ψυχὴ συνοπαδὸς γενομένη κατίδῃ τι τῶν ἀληθῶν, 14 μέχρι τῆς 15 ἑτέρας περιόδου εἶναι ἀπήμονα: κἂν ἀεὶ δύνηται τοῦτο ποιεῖν, ἀεὶ 16 ἀβλαβῆ εἶναι.’ τοιοῦτον μὲν δὴ τὸ ἐξ ὑποθέσεως ἅμα καὶ καθόλου. ὅτι δὲ καὶ εἱμαρμένη τοιοῦτον [p. 472] τυγχάνει ὄν, ἔκ τε τῆς οὐσίας αὐτῆς καὶ ἐκ τῆς προσηγορίας δῆλον. εἱμαρμένη τε γὰρ προσαγορεύεται ὡς ἂν εἰρομένη τις: θεσμὸς δὲ καὶ νόμος ὑπάρχει τῷ τὰ ἀκόλουθα τοῖς γιγνομένοις πολιτικῶς διατετάχθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: