Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ εὖ ποιεῖν φίλους καλόν, οὐκ αἰσχρὸν εὖ
πάσχειν ὑπὸ φίλων: ἡ γὰρ χάρις οὐχ ἧττον δεομένη τοῦ λαμβάνοντος ἢ
τοῦ διδόντος ἐξ ἀμφοῖν τελειοῦται πρὸς τὸ καλόν: ὁ δὲ μὴ δεξάμενος
ὥσπερ σφαῖραν εὖ φερομένην κατῄσχυνεν
ἀτελῆ πεσοῦσαν. ποίου γὰρ οὕτω σκοποῦ βάλλοντα καὶ τυχεῖν ἡδὺ καὶ
διαμαρτάνειν ἀνιαρὸν ὡς ἀνδρὸς εὖ παθεῖν ἀξίου διὰ [p. 507] χάριτος ἐφιέμενον; ἀλλ᾽ ἐπεῖ μὲν ὁ τοῦ σκοποῦ μένοντος ἀτυχήσας
σφάλλεται δι᾽ αὑτόν, ἐνταυθοῖ δ̓ ὁ παραιτούμενος καὶ ὑποφεύγων ἀδικεῖ
τὴν χάριν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.