Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔλεγεν ‘ὦ Φυλλίδα,
τηνικαῦτα μετεπέμψαντο δεσμώτην οἱ πολέμαρχοι; πότε δὲ διὰ σοῦ; τί δὲ
κομίζεις παράσημον;’ ἅμα δὲ 1 τῷ λόγῳ ξυστὸν ἱππικὸν ἔχων
διῆκε τῶν πλευρῶν καὶ κατέβαλε πονηρὸν
ἄνθρωπον, ᾧ καὶ μεθ᾽ ἡμέραν ἐπενέβησαν καὶ προσέπτυσαν οὐκ ὀλίγαι
γυναῖκες, ἡμεῖς δὲ τὰς θύρας τῆς εἱρκτῆς κατασχίσαντες ἐκαλοῦμεν
ὀνομαστὶ πρῶτον μὲν τὸν Ἀμφίθεον, εἶτα τῶν ἄλλων πρὸς ὃν ἕκαστος
ἐπιτηδείως εἶχεν,. οἱ δὲ τὴν φωνὴν
γνωρίζοντες ἀνεπήδων 2 ἐκ τῶν χαμευνῶν ἄσμενοι τὰς ἁλύσεις ἐφέλκοντες: οἱ
δὲ τοὺς πόδας ἐν τῷ ξύλῳ δεδεμένοι τὰς χεῖρας ὀρέγοντες ἐβόων
δεόμενοι μὴ ἀπολειφθῆναι. λυομένων δὲ τούτων, ἢδη πολλοὶ προσεφέροντο τῶν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.