This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διὸ καὶ γελοῖός ἐστιν ὁ νομίζων
ἀδοξίαν τῇ φυγῇ προσεῖναι. τί λέγεις;
ἄδοξός; ἐστι Διογένης ὃν ἰδὼν
Ἀλέξανδρος ἐν ἡλίῳ καθήμενον ἐπιστὰς
ἠρώτησεν, εἴ τινος δεῖται: τοῦ δὲ μηδὲν
ἀλλ᾽ ἢ
σμικρὸν ἀποσκοτίσαι κελεύσαντος, ἐκπλαγεὶς
τὸ φρόνημα πρὸς τοὺς φίλους εἶπεν ‘εἰ
μὴ Ἀλέξανδρος ἤμην, Διογένης; ἂν
ἤμην;᾽’ ἠδόξει δὲ Κάμιλλος ἐκ [p. 568] τῆς Ῥώμης ἐλαυνόμενος, ἧς
δεύτερος κτίστης νῦν ἀναγορεύεται; καὶ μὴν
Θεμιστοκλῆς οὐ τὴν ἐν τοῖς Ἕλλησι δόξαν
φυγὼν ἀπέβαλεν ἀλλὰ τὴν ἐν τοῖς βαρβάροις
προσέλαβε: καὶ οὐδείς ἐστιν οὕτως
ἀφιλότιμος οὐδ᾽
ἀγεννής, ὃς μᾶλλον ἂν ἐβούλετο Λεωβάτης
ὁ γραψάμενος ἢ Θεμιστοκλῆς ὁ φυγαδευθεὶς
εἶναι, καὶ Κλώδιος ὁ ἐκβαλὼν ἢ Κικέρων
ὁ ἐκβληθείς, καὶ Ἀριστοφῶν ὁ κατηγορήσας
ἢ Τιμόθεος ὁ μεταστὰς ἐκ τῆς πατρίδος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.