previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὸ κἂν ἀληθῶς κακῷ τινι καὶ λυπηρῷ περιπέσωμεν, ἐπάγεσθαι δεῖ τὸ ἱλαρὸν καὶ τὸ εὔθυμον [p. 554] ἐκ τῶν ὑπαρχόντων καὶ ὑπολειπομένων ἀγαθῶν, τῷ οἰκείῳ τἀλλότριον 1 ἐκλεαίνοντας: ὧν δ᾽ φύσις οὐδὲν ἔχει κακὸν ἀλλ᾽ ὅλον καὶ πᾶν τὸ λυποῦν ἐκ κενῆς δόξης ἀναπέπλασται, ταῦτα δεῖ, καθάπερ τοῖς δεδοικόσι τὰ προσωπεῖα παιδίοις ἐγγὺς καὶ ὑπὸ χεῖρα ποιοῦντες καὶ ἀναστρέφοντες ἐθίζομεν καταφρονεῖν, οὕτως ἐγγὺς ἁπτομένους καὶ συνερείδοντας τὸν λογισμὸν τὸ σαθρὸν καὶ τὸ κενὸν καὶ τετραγῳδημένον ἀποκαλύπτειν. οἷόν ἐστιν νῦν σοι παροῦσα μετάστασις 2 ἐκ τῆς νομιζομένης; πατρίδος. φύσει γὰρ οὐκ ἔστι πατρίς, ὥσπερ οὐδ᾽ οἶκος οὐδ᾽ ἀγρὸς οὐδὲ χαλκεῖον, ὡς Ἀρίστων ἔλεγεν, οὐδ᾽ ἰατρεῖον: ἀλλὰ γίγνεται μᾶλλον δ᾽ ὀνομάζεται καὶ καλεῖται τούτων ἕκαστον ἀεὶ πρὸς τὸν οἰκοῦντα καὶ χρώμενον. γὰρ ἄνθρωπος, φησιν Πλάτων 3, ‘φυτὸν οὐκ ἔγγειονοὐδ᾽ ἀκίνητονἀλλ᾽ οὐράνιόνἐστιν, ὥσπερ ῥίζης τὸ σῶμα τῆς κεφαλῆς ὀρθὸν ἱστάσης 4, πρὸς τὸν οὐρανὸν ἀνεστραμμένον. ὅθεν εὖ μὲν 5 Ἡρακλῆς εἶπεν
Ἀργεῖος Θηβαῖος: οὐ γὰρ εὔχομαι 6
μιᾶς: ἅπας μοι πύργος Ἑλλήνων πατρίς.
δὲ Σωκράτης βέλτιον, οὐκ Ἀθηναῖος οὐδ᾽ Ἕλλην ἀλλὰ κόσμιος εἶναι φήσας, ὡς ἄν τις Ῥόδιος εἶπεν Κορίνθιος 7: ὅτι μηδὲ Σουνίῳ, μηδὲ Ταινάρῳ μηδὲ τοῖς Κεραυνίοις ἐνέκλεισεν ἑαυτόν. [p. 555]
ὁρᾷς τὸν ὑψοῦ τόνδ᾽ ἄπειρον αἰθέρα,
8 καὶ γῆν πέριξ ἔχονθ᾽ ὑγραῖς ἐν 9 ἀγκάλαις;
οὗτοι τῆς πατρίδος ἡμῶν ὅροι εἰσί 10, καὶ οὐδεὶς οὔτε φυγὰς ἐν τούτοις οὔτε ξένος οὔτ᾽ ἀλλοδαπός, ὅπου ταὐτὸ 11 πῦρ ὕδωρ ἀήρ, ἄρχοντες οἱ αὐτοὶ καὶ διοικηταὶ καὶ πρυτάνεις, ἥλιος σελήνη φωσφόρος: οἱ αὐτοὶ νόμοι πᾶσι, ὑφ᾽ ἑνὸς προστάγματος καὶ μιᾶς ἡγεμονίας τροπαὶ βόρειοι τροπαὶ νότιοι ἰσημερίαι Πλειὰς Ἀρκτοῦρος, ὧραι σπόρων ὧραι φυτειῶν: εἷς δὲ βασιλεὺς; καὶ ἄρχωνθεὸς ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχων τοῦ παντός, εὐθείᾳ περαίνει 12 κατὰ φύσιν περιπορευόμενος: τῷ δ᾽ ἕπεται Δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός,’ χρώμεθα πάντες ἄνθρωποι φύσει πρὸς πάντας ἀνθρώπους ὥσπερ πολίτας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: