previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



λόγος ἦν περὶ Ἀλεξάνδρου τοῦ βασιλέως, ὡς οὐ πολὺ πίνοντος ἀλλὰ πολὺν χρόνον ἐν τῷ [p. 33] πίνειν καὶ 1 διαλέγεσθαι τοῖς φίλοις ἕλκοντος. ἀπεδείκνυε δ᾽ αὐτοὺς φλυαροῦντας Φιλῖνος 2 ἐκ τῶν βασιλικῶν ἐφημερίδων, ἐν αἷς συνεχέστατα γέγραπται καὶ πλειστάκις ὅτιτήνδε τὴν ἡμέραν ἐκ τοῦ πότου καθεύδωνἔστι δ᾽ ὅτεκαὶ τὴν ἐφεξῆς:’ διὸ καὶ πρὸς τὰς συνουσίας ἀργότερος ἦν ὀξὺς δὲ καὶ θυμοειδὴς ἅπερ ἐστὶ σωματικῆς θερμότητος. λέγεται δὲ καὶ τοῦ χρωτὸς ἣδιστον ἀποπνεῖν, ὥστε καταπιμπλάναι τοὺς χιτωνίσκους εὐωδίας ἀρωματιζούσης. δοκεῖ καὶ αὐτὸ θερμότητος εἶναι: διὸ καὶ τῆς οἰκουμένης οἱ ξηρότατοι καὶ θερμότατοι τόποι τὴν τε κασίαν καὶ τὸν λιβανωτὸν ἐκφέρουσι: πέψει γάρ τινι τῶν ὑγρῶν Θεόφραστός; φησιν ἐπιγίγνεσθαι τὴν εὐωδίαν, ὅταν ἐξαιρεθῇ τὸ βλαβερὸν ὑγρὸν 3 ὑπὸ θερμότητος. δοκεῖ δὲ καὶ 4 Καλλισθένης ἐν διαβολῇ 5 γενέσθαι πρὸς αὐτόν, ὡς δυσχεραίνων 6 δειπνεῖν διὰ τὸν πότον: ἐπεὶ καὶ κύλικα λεγομένην Ἀλεξάνδρου μεγάλην, ἐλθοῦσαν ἐπ᾽ αὐτὸν , ἀπεώσατο φήσας οὐκ ἐθέλειν Ἀλεξάνδρου πιὼν Ἀσκληπιοῦ δεῖσθαι. ταῦτα μὲν οὖν περὶ τῆς Ἀλεξάνδρου πολυποσίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: