previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διὰ τί πλείστους ἐν γάμοις ἐπὶ δεῖπνον καλοῦσιν.


ἐν τοῖς Αὐτοβούλου τοῦ υἱοῦ γάμοις συνεώρταζεν ἡμῖν παρὼν ἐκ Χαιρωνείας Σόσσιος [p. 158] Σενεκίων: καὶ πολλῶν ... 1 ἄλλων τε τῇ τόθ᾽ ἑορτῇ μάλα πρεπόντων παρέσχεν 2 ἀφορμὰς καὶ περὶ τῆς αἰτίας 3, δι᾽ ἣν πλεῖστοι τῶν ἄλλων 4 ἐπὶ τὰ γαμικὰ δεῖπνα παραλαμβάνονται, διηπόρησε. καὶ γὰρ τῶν νομοθετῶν τοὺς τῇ πολυτελείᾳ κατὰ κράτος πολεμήσαντας ὁρίσαι μάλιστα τῶν εἰς τοὺς γάμους καλουμένων τὸ πλῆθος. ‘ γὰρ εἰπώνἔφηπερὶ τῆς αἰτίας αὐτῆς 5 τῶν παλαιῶν φιλοσόφων οὐδέν, ἐμοὶ γοῦν κριτῇ, πιθανὸν εἴρηκεν, Ἑκαταῖος 6 Ἀβδηρίτης λέγει δὲ τοὺς ἀγομένους γυναῖκας πολλοὺς; παρακαλεῖν ἐπὶ τὴν ἑστίασιν, ἵνα πολλοὶ συνειδῶσι καὶ μαρτυρῶσιν ἐλευθέροις οὖσι καὶ παρ᾽ ἐλευθέρων γαμοῦσι. τοὐναντίον γὰρ οἱ κωμικοὶ τοὺς πολυτελῶς καὶ σοβαρῶς λαμπρότητι δείπνων καὶ παρασκευῆς 7 γαμοῦντας, ὡς οὐ βεβαίως οὐδὲ θαρραλέως ἐπισυνάπτουσιν 8: ὡς Μένανδρος 9 πρὸς τὸν κελεύοντα ταῖς λοπάσι περιφράττειν ... 10 ωπον δεινῶς ... οὐ πρᾶγμα νύμφης λέγεις.’


ἀλλ᾽ ὅπως 11 μή, τὸ ῥᾷστον 12, ἐγκαλεῖν ἑτέροις δοκῶμεν αὐτοὶ μηδὲν λέγοντες, ἀποφαίνομαι 13 πρῶτοςεἶπενἐγώ, οὐδεμίαν ἑστιάσεως πρόφασιν οὕτως [p. 159] ἔκδηλον εἶναι καὶ περιβόητον, ὡς τὴν τῶν γαμούντων: καὶ γὰρ θύοντας 14 θεοῖς καὶ προπέμποντας φίλον καὶ ξενίζοντας ἔστι πολλοὺς διαλαθεῖν τῶν ἐπιτηδείων δὲ γαμήλιος τράπεζα κατήγορον ἔχει τὸν ὑμέναιον μέγα βοῶντα καὶ τὴν δᾷδα καὶ τὸν αὐλόν, φησιν Ὅμηρος 15 καὶ τὰς γυναῖκας ἱσταμένας ἐπὶ ταῖς θύραις θαυμάζειν καὶ θεᾶσθαι. διὸ μηδενὸς ἀγνοοῦντος τὴν ὑποδοχὴν καὶ τὴν κλῆσιν, αἰσχυνόμενοι παραλιπεῖν πάντας τοὺς συνήθεις καὶ οἰκείους καὶ ἁμωσγέπως προσήκοντας αὑτοῖς 16 παραλαμβάνουσιν.’


ἀποδεξαμένων δ᾽ ἡμῶν, ὑπολαβὼν Θέωνκαὶ τοῦτ᾽ἔφηκείσθω: οὐκ ἀπίθανον γάρ ἐστι: κἀκεῖνο 17 πρόσθες, εἰ βούλει, τὰς τοιαύτας ἑστιάσεις μὴ μόνον φιλικὰς ἀλλὰ καὶ συγγενικὰς εἶναι, καταμιγνυμένης εἰς τὸ γένος ἑτέρας οἰκειότητος. δὲ τούτου μεῖζόν ἐστιν, οἴκων εἰς ταὐτὸ 18 συνιόντων δυεῖν 19, τε λαμβάνων τοὺς τοῦ διδόντος οἰκείους καὶ φίλους τε διδοὺς τοὺς τοῦ λαμβάνοντος οἰόμενοι δεῖν φιλοφρονεῖσθαι διπλασιάζουσι τὴν ὑποδοχήν. ἔτι 20 πολλὰ τῶν γαμικῶν τὰ πλεῖστα δρᾶται διὰ γυναικῶν: ὅπου δὲ 21 γυναῖκες πάρεισι, καὶ τοὺς ἄνδρας ἀναγκαῖόν ἐστι παραλαμβάνεσθαι.’ [p. 160]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: