Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν τοῖς Αὐτοβούλου τοῦ υἱοῦ γάμοις συνεώρταζεν ἡμῖν παρὼν ἐκ Χαιρωνείας ὁ Σόσσιος [p. 158] Σενεκίων: καὶ πολλῶν ... 1 ἄλλων τε τῇ τόθ᾽ ἑορτῇ μάλα πρεπόντων παρέσχεν 2 ἀφορμὰς καὶ περὶ τῆς αἰτίας 3, δι᾽ ἣν πλεῖστοι τῶν ἄλλων 4 ἐπὶ τὰ γαμικὰ δεῖπνα παραλαμβάνονται, διηπόρησε. καὶ γὰρ τῶν νομοθετῶν τοὺς τῇ πολυτελείᾳ κατὰ κράτος πολεμήσαντας ὁρίσαι μάλιστα τῶν εἰς τοὺς γάμους καλουμένων τὸ πλῆθος. ‘ὁ γὰρ εἰπών’ ἔφη ‘περὶ τῆς αἰτίας αὐτῆς 5 τῶν παλαιῶν φιλοσόφων οὐδέν, ἐμοὶ γοῦν κριτῇ, πιθανὸν εἴρηκεν, Ἑκαταῖος 6 ὁ Ἀβδηρίτης λέγει δὲ τοὺς ἀγομένους γυναῖκας πολλοὺς; παρακαλεῖν ἐπὶ τὴν ἑστίασιν, ἵνα πολλοὶ συνειδῶσι καὶ μαρτυρῶσιν ἐλευθέροις οὖσι καὶ παρ᾽ ἐλευθέρων γαμοῦσι. τοὐναντίον γὰρ οἱ κωμικοὶ τοὺς πολυτελῶς καὶ σοβαρῶς λαμπρότητι δείπνων καὶ παρασκευῆς 7 γαμοῦντας, ὡς οὐ βεβαίως οὐδὲ θαρραλέως ἐπισυνάπτουσιν 8: ὡς ὁ Μένανδρος 9 πρὸς τὸν κελεύοντα ταῖς λοπάσι περιφράττειν ... 10 ωπον δεινῶς ... οὐ πρᾶγμα νύμφης λέγεις.’
1 lac. 3 Vd 4 P. Fort. transponendo supplendum: ἄλλων τε πολλῶν λόγων
2 παρέσχεν S: 3-4 Vd 9 E. λόγων παρεσ´χεν Duebnerus
3 τῆς αἰτίας S: τη 5 Vd 8 E ας
4 ἄλλων] fort. ἀνθρώπων cum R i. e. ἀνων
6 Ἑκαταῖος] Mueller. 2 p. 396 em. X: ἀβαρρήτης
8 ἐπισυνάπτουσιν] fort. ἐπισυνάπτ[οντας ἐπισκώπτ]ουσιν vid. Symbolae
9 Μένανδρος] cf. Kock. 3 p. 230
10 prior lac. 3-4 Vd 4-5 E P posterios 3-5 Vd 3 P
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.