previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ὡς δὲ ταῦτ᾽ ἐρρήθη 1, τοῦ ἰατροῦ Τρύφωνος εἰπόντοςτῇ δ᾽, ἡμετέρᾳ 2 τέχνῃ τί παθὼν τὸ [p. 384] Μουσεῖον ἀποκέκλεικας;’ ὑπολαβὼν Διονύσιος Μελιτεὺςπολλούςἔφησυμπαρακαλεῖς 3 ἐπὶ τὴν κατηγορίαν: καὶ γὰρ ἡμεῖς οἱ γεωργοὶ τὴν Θάλειαν οἰκειούμεθα,: φυτῶν καὶ σπερμάτων εὐθαλούντων καὶ βλαστανόντων ἐπιμέλειαν αὐτῇ καὶ σωτηρίαν ἀποδιδόντες. ‘’ ἀλλ᾽ οὐ δίκαιαἔφην ἐγὼποιεῖτε: καὶ γὰρ ὑμῖν ἔστι Δημήτηρ ἀνησιδώρα καὶ Διόνυσος
δενδρέων νομὸν 4 πολυγαθὴς αὐξάνων,
ἁγνὸν φέγγος ὀπώρας
ὡς Πίνδαρός φησι: καὶ τοὺς ἰατροὺς Ἀσκληπιὸν ἔχοντας ἴσμεν ἡγεμόνα καὶ Ἀπόλλωνι Παιᾶνι χρωμένους πάντα, Μουσηγέτῃ μηθέν 5. πάντες γάρἄνθρωποι θεῶν χατέουσι 6καθ᾽ Ὅμηρον, οὐ πάντες δὲ πάντων. ἀλλ᾽ ἐκεῖνο θαυμάζω, πῶς ἔλαθε Λαμπρίαν τὸ λεγόμενον ὑπὸ Δελφῶν. λέγουσι γάρ οὐ φθόγγων 7 οὐδὲ χορδῶν ἐπωνύμους γεγονέναι τὰς Μούσας παρ᾽ αὐτοῖς: ἀλλά, τοῦ κόσμου τριχῇ πάντα νενεμημένου, πρώτην μὲν εἶναι τὴν τῶν ἀπλανῶν μερίδα, δευτέραν δὲ τὴν τῶν πλανωμένων, ἐσχάτην δὲ τὴν τῶν ὑπὸ σελήνην συνηρτῆσθαι δὲ πάσας καὶ συντετάχθαι κατὰ λόγους ἐναρμονίους, ὧν ἑκάστης φύλακα Μοῦσαν εἶναι, τῆς μὲν πρώτης ὑπάτην τῆς δ᾽ ἐσχάτης Νεάτην, Μέσην δὲ τὴν μεταξὺ συνέχουσαν ἅμα καὶ συνεπιστρέφουσαν, ὡς ἀνυστὸν 8 ἐστι, τὰ θνητὰ τοῖς θεοῖς καὶ τὰ περίγεια τοῖς [p. 385] οὐρανίοις: ὡς καὶ Πλάτων 9 ᾐνίξατο τοῖς τῶν Μοιρῶν ὀνόμασι τὴν μὲν Ἄτροπον τὴν δὲ Κλωθὼ 10 τὴν δὲ Λάχεσιν προσαγορεύσας: ἐπεὶ ταῖς γε τῶν ὀκτὼ σφαιρῶν περιφοραῖς Σειρῆνας οὐ Μούσας ἰσαρίθμους ἐπέστησεν 11.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: