previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



παυσαμένου δὲ τοῦ Πρωτογένους, καλέσας ἐμὲ Ἀμμώνιοςοὐδένἔφησὺ τῷ Κάδμῳ βοηθεῖς Βοιώτιος, ὅν φασι τὸ ἄλφα πάντων προτάξαι διὰ τὸ Φοίνικας, οὕτω καλεῖν τὸν βοῦν 1, ὃν οὐ δεύτερον [p. 363] οὐδὲ τρίτον, ὥσπερ Ἡσίοδος 2, ἀλλὰ πρῶτον τίθεσθαι τῶν ἀναγκαίων;’ ‘οὐδένἔφην ἐγώ: ‘τῷ γὰρ ἐμῷ πάππῳ βοηθεῖν, εἴ τι δύναμαι, δίκαιός εἰμι μᾶλλον τῷ τοῦ Διονύσου. Λαμπρίας γὰρ ἐμὸς πάππος ἔλεγε πρώτην φύσει φωνὴν τῶν ἐνάρθρων ἐκφέρεσθαι διὰ τῆς τοῦ ἄλφα δυνάμεως: τὸ γὰρ ἐν τῷ στόματι πνεῦμα ταῖς περὶ τὰ χείλη μάλιστα πλάττεσθαι κινήσεσιν, ὧν πρώτην ἀνοιγομένων τὴν ἄνω διάστασιν οὖσαν ἐξιέναι τοῦτον τὸν ἦχον, ἁπλοῦν ὄντα κομιδῇ καὶ μηδεμιᾶς δεόμενον πραγματείας, μήτε τὴν γλῶτταν παρακαλοῦντα μήδ᾽ 3 ὑπομένοντα 4, ἀλλὰ κατὰ χώραν ἀποκειμένης ἐκείνης ἐκπεμπόμενον καὶ τὰ νήπια ταύτην πρώτην ἀφιέναι φωνήν. ὠνομάσθαι 5 δὲ 6 καὶ τὸἀίειν 7ἐπὶ τῷ φωνῆς αἰσθάνεσθαι καὶ πολλὰ τῶν ὁμοίων, ὥσπερ καὶ τὸᾁδεινκαὶ τὸαὐλεῖνκαὶ τὸἀλαλάζειν’ . οἶμαι δὲ καὶ τὸαἴρεινκαὶ τὸἀνοίγεινοὐκ ἀπὸ τρόπου τῇ τῶν χειλῶν ἀνοίξει καὶ ἄρσει, καθ᾽ ἣν οὗτος ἐκπίπτει τοῦ στόματος φθόγγος, ὠνομάσθαι διὸ καὶ τὰ τῶν ἀφώνων γραμμάτων ὀνόματα πλὴν ἑνὸς ἅπαντα προσχρῆται τῷ ἄλφα καθάπερ φωτὶ τῆς περὶ αὐτὰ τυφλότητος : τοῦ δὲ πῖ μόνον ἄπεστιν δύναμις αὕτη: τὸ γὰρ φῖ καὶ τὸ χῖ τὸ μέν ἐστι πῖ τὸ δὲ κάππα δασυνόμενον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: