Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπὸ τοῦ οἴνου διεσπασμένον καὶ πεφυγαδευμένον ἐκ τοῦ σώματος. ὅλως δ᾽ εἰπεῖν 1, ἐν τοῖς φαινομένοις καὶ ὁμοιότητας 2 ἀδήλους ἐξιχνεύομεν καὶ δυνάμεις. οὐδὲν δὲ περὶ τῆς μέθης δεῖ διαπορεῖν, ὁποῖὸν ποτ᾽ ἐστίν: ὡς γὰρ ἔοικε, μάλιστα 3, ὡς εἰρήκαμεν, ἐοίκασι τοῖς πρεσβύταις οἱ 4 μεθύοντες: διὸ καὶ πρωιαίτατα γηρῶσιν οἱ φίλοινοι: τοὺς δὲ πολλοὺς αὐτῶν καὶ φαλακρώσεις ἄωροι καὶ πολιαὶ πρὸ ἡλικίας; ἔχουσι: πάντα δὲ ταῦτα δοκεῖ θερμότητος ἐνδείᾳ καταλαμβάνειν τὸν ἄνθρωπον. ἔτι τοίνυν τὸ ὄξος οἴνου τινός 5 ἐστι φύσις καὶ δύναμις: οὐδὲν δὲ τῶν σβεστηρίων ὄξους πυρὶ μαχιμώτερον, ἀλλὰ μάλιστα πάντων ἐπικρατεῖ καὶ συμπιέζει τὴν φλόγα δι᾽ [p. 117] ὑπερβολὴν ψυχρότητος: καὶ τῶν ἄλλων δὲ καρπῶν τοῖς οἰνώδεσι μᾶλλον ὡς ψυκτικοῖς χρωμένους τοὺς ἰατροὺς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.