Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ δ᾽ ὡς ἔπος εἰπεῖν ἅπαντας: οἷς οὔτε καλὸν οὔτε συμφέρον οὕτω διακείμενον 1 τὸ σῶμα παρέχειν λυσσώσῃ συνουσίᾳ διακεχυμένον. τὸ δὲ μακάριον καὶ [p. 125] ἄφθαρτον ἔστω μὲν ὂν 2 οἷον αὐτῷ 3, μὴ φροντίζον 4 τῶν καθ᾽ ἡμᾶς: ἡμῖν δέ που νόμῳ πόλεως συνεπομένοις 5 ἐξευλαβητέον ἐστὶν εἰς θέρος ἐμβαλεῖν 6 καὶ κατάρχεσθαι θυσιῶν, ὀλίγον ἔμπροσθεν διαπεπραγμένοις τι τοιοῦτον. ὅθεν εὖ ἔχει τὸ τὴν νύκτα καὶ τὸν ὕπνον ἐν μέσῳ θεμένους καὶ ποιήσαντας ἱκανὸν διάλειμμα καὶ διάστημα καθαροὺς αὖθις ὥσπερ ἐξ ὑπαρχῆς καὶ ‘νέα 7 ἐφ᾽ ἡμέρῃ φρονέοντας’ κατὰ Δημόκριτον ἀνίστασθαι. ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.