Click on a word to bring up parses, dictionary entries, and frequency statistics
στρατοπέδῳ διαγγέλοις οὐδ᾽ ὥσπερ ἐν τριήρει χρῆσθαι κελευσταῖς: αὐτοὺς δὲ δι᾽ ἑαυτῶν ἐντυγχάνειν ἀλλήλοις, ὥσπερ χοροῦ τοῦ συμποσίου τὸν κρασπεδίτην τῷ κορυφαίῳ συνήκοον ἔχοντος.
[p. 194] ἐμοῦ δὲ ταῦτ᾽ εἰπόντος, εἰς μέσον ἤδη φθεγξάμενος ὁ πάππος ἡμῶν Λαμπρίας ‘ἆρ᾽ οὖν’ εἶπεν 1 ‘οὐ περὶ τὰ δεῖπνα μόνον, ἀλλὰ καὶ περὶ τὰς κλήσεις 2 δεόμεθα τῆς ἐγκρατείας; ἔστι γάρ τις οἶμαι καὶ φιλανθρωπίας ἀκρασία, μηδένα παρερχομένης τῶν συμποτῶν ἀλλὰ πάντας ἑλκούσης ὡς ἐπὶ θέαν ἢ ἀκρόασιν. ἔμοιγ᾽ οὖν οὔτ᾽ ἄρτος οὔτ᾽ οἶνος ἐπιλείπων ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.